Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Παρακλησεις στους Αγιους » Ύμνοι Αγίου Σάββα του Ηγιασμένου

Ύμνοι Αγίου Σάββα του Ηγιασμένου

Ύμνοι Αγίου Σάββα του Ηγιασμένου

Ύμνοι Αγίου Σάββα του Ηγιασμένου

Ύμνοι Εσπερινού και Λιτής Αγίου Σάββα του Ηγιασμένου

Ύμνοι Αγίου Σάββα του Ηγιασμένου στον Μεγάλο Εσπερινό
Στιχολογοῦμεν τήν ἅ΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δέ τό, Κύριε, ἐκέκραξα, ἰστῶμεν Στίχους ς΄ καί ψάλλομεν Στιχηρά Προσόμοια.

Ἦχος πλ. α΄.Ὅσιε Πάτερ.
Σάββα θεοφρον, τῶν ἀγγέλων ἰσοστάσιε, ὁμόσκηνε ὁσίων, συνόμιλε προφητῶν, μαρτύρων ἀποστόλων συγκληρονόμε, φῶς τό ἀνέσπερον, ὁ νῦν κατοικῶν, οὐ ταῖς φρυκτωρίαις, λαμπόμενος ταῖς θείαις, τῷ ἀκροτάτω τῶν ἐφετῶν, ὁ παρεστῶς παρρησία λελαμπρυσμένος, καί ἐνηδόμενος αὐτοῦ ταῖς θεωρίαις, καί ἐντρυφῶν αὐτοῦ, τῷ κάλλει ἀνενδότων, Χριστόν ἱκέτευε, Χριστόν δυσώπει ὅσιε, δωρηθῆναι τή Ἐκκλησία ὁμόνοιαν, εἰρήνην, καί μέγα ἔλεος.

Σάββα παμμάκαρ, ἐγκρατείας λύχνος ἄσβεστος, φωστήρ τῶν μοναζόντων ὁ διαυγέστατος, ἀγάπης φρυκτωρίαις λελαμπρυσμένος, πύργος ἀκλόνητός της ὑπομονῆς, ἔρεισμα καί σθένος, τῶν πίστει σέ τιμώντων, τῶν ἰαμάτων ὁ θησαυρός, ὁ πολιστής τῆς ἐρήμου ὡς ἀληθῶς, ὁ ὡς Παράδεισον αὐτήν ἔνθεον δείξας, θείους προσφέρουσαν, καρπούς τῶν σωζομένων, Χριστόν ἱκέτευε, Χριστόν δυσώπει ὅσιε, δωρηθῆναι τή Ἐκκλησία, ὁμόνοιαν εἰρήνην, καί μέγα ἔλεος.

Σάββα θεοφρον, ἀρετῶν στύλος ὁ πύρινος, πυρσός ὁ ἐκ θαλάσσης, τῆς κοσμικῆς τους λαούς, λιμένα πρός τόν θεῖον καθοδηγῶν• πλάνης τά πνεύματα ὁ καταβαλῶν, Πνεύματος Ἁγίου τό καθαρόν δοχεῖον, ὁ ποδηγέτης τῶν μοναστῶν, ἠκριβωμένη τέ στάθμη τῆς ἐγκρατείας, τῆς ταπεινώσεως, περίβλεπτον τό ὕψος, κρήνη ἡ βρύουσα, ἰάσεων πελάγη, Χριστόν ἱκέτευε, Χριστόν δυσώπει ὅσιε, δωρηθῆναι τή Ἐκκλησία ὁμόνοιαν, εἰρήνην, καί μέγα ἔλεος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος πλ. β΄
Τό κατ’ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατά παθῶν ὀλέθριων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τό καθ’ ὁμοίωσιν ὡς δυνατόν ἀνελήλυθας• ἀνδρικῶς γάρ τήν φύσιν ἐκβιασάμενος, ἔσπευσας τό χεῖρον καθυποτάξαι τῷ κρείττονι, καί τήν σάρκα δουλῶσαι τῷ πνεύματι. Ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστής τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανών ἀρετῆς ἀκριβέστατος. Καί νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων μακάριε, καθαρῶς ἐποπτεύεις, τήν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπέρ τῶν πίστει καί πόθω τιμώντων σέ.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Τίς μή μακαρίσει σέ, Παναγία Παρθένε; τίς μή ἀνυμνήσει σου τόν ἀλόχευτον τόκον; ὁ γάρ ἀχρόνως ἐκ Πατρός ἐκλάμψας Υἱός μονογενής, ὁ αὐτός ἔκ σού τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθεῖς, φύσει Θεός ὑπάρχων, καί φύσει γενόμενος ἄνθρωπος δί’ ἠμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτόν ἱκέτευε, σεμνή Παμμακάριστε, ἐλεηθῆναι τάς ψυχᾶς ἠμῶν. proseuxi.gr

Εἴσοδος, Φῶς ἱλαρόν, τό Προκείμενον τῆς ἡμέρας, καί τά Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.

Δικαίων ψυχαί ἐν χειρί Θεοῦ, καί οὐ μή ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἠμῶν πορεία συντριμμα• οἱ δέ εἰσιν ἐν εἰρήνη. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται• ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καί εὖρεν αὐτούς ἄξιους ἑαυτοῦ. Ὡς χρυσόν ἐν χωνευτηρίω ἐδοκίμασεν αὐτούς, καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῶ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καί ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινούσιν ἔθνη, καί κρατήσουσι λαῶν, καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰώνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν, καί οἱ πιστοί ἐν ἀγάπη προσμενούσιν αὐτῶ• ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ, καί ἐπισκοπῆ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.

Δίκαιοι εἰς τόν αἰώνα ζῶσι, καί ἐν Κυρίω ὁ μισθός αὐτῶν, καί ἡ φροντίς αὐτῶν παρά Ὑψίστω. Δία τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας, καί τό διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου• ὅτι τή δεξιά αὐτοῦ σκεπάσει αὐτούς, καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τόν ζῆλον αὐτοῦ, καί ὀπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην• καί περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα• ὀξυνεῖ δέ ἀπότομον ὀργήν εἰς ρομφαίαν• συνεκπολεμήσει αὐτῶ ὁ κόσμος ἐπί τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καί ὡς ἀπό εὐκύκλου τόξου τῶν νεφῶν, ἐπί σκοπόν ἀλοῦνται, καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοί δέ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καί ως λαίλαψ ἐκλικμήσει αὐτούς• καί ἐρημώσει πάσαν τήν γῆν ἀνομία, καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὔν βασιλεῖς καί σύνετε, μάθετε δικασταί περάτων γης• ἐνωτίσασθε οἱ κρατοῦντες ἐπί ὄχλοις ἐθνών• ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμίν, καί ἡ δυναστεία παρά Ὑψίστου. proseuxi.gr

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα.

Δίκαιος ἐάν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γάρ τίμιον, οὐ τό πολυχρόνιον, οὐδέ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιά δέ ἐστι φρόνησις ἀνθρώποις, καί ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῶ γενόμενος, ἠγαπήθη• καί ζῶν μεταξύ ἁμαρτωλῶν, μετετέθη. Ἠρπάγη, μή κακία ἀλλάξη σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήση ψυχήν αὐτοῦ. Βασκανία γάρ φαυλότητος ἀμαυροί τά καλά, καί ρεμβασμός ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεῖς ἐν ὀλίγω, ἐπλήρωσε χρόνους μακρούς• ἀρεστή γάρ ἤν Κυρίω ἡ ψυχή αὐτοῦ, διά τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δέ λαοί ἰδόντες καί μή νοήσαντες, μηδέ θέντες ἐπί διανοία τό τοιοῦτον, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ, καί ἐπισκοπῆ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Ύμνοι Αγίου Σάββα του Ηγιασμένου στήν Λιτήν
Στιχηρά Ἰδιόμελα. Ἦχος β΄

Ἀσκητικόν γυμνάσιον συγκροτήσας ἐπί γής, ὅσιε Σάββα, τῶν παθῶν τάς προσβολᾶς, ἐν τή ροή τῶν δακρύων σου, πάσας ἀπήμβλυνας. Κλίμαξ θεία καί σεπτή, εἰς οὐρανούς ἀνάγουσα, τοῖς πάσιν ἐγνωρίσθη, ὁ θεοληπτος βίος σου. Εὐσεβείας γάρ καρπούς ἐν αὐτῶ ἐνδειξάμενος, θεραπεύεις δί’ αὐτῶν τάς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοί• Χαίροις τῆς ἐώας ἀστήρ χρυσαυγέστατος, καί τῶν μοναζόντων λαμπαδοῦχε καί ποιμήν. Χαίροις ἀοίδιμε, τό τῆς ἐρήμου κάλλιστον θρέμμα, καί τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων ὁ μέγας ὁδηγός. Χαίροις τό ἡμέτερον καύχημα, καί τῆς οἰκουμένης φαιδρόν ἀγαλλίαμα.

Ἦχος ὁ αὐτός.

Τόν ἐπί γής ἄγγελον, καί ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τήν εὐκοσμίαν, τήν τρύφην τῶν ἀγαθῶν καί τῶν ἀρετῶν, τῶν ἀσκητῶν τό καύχημα, Σάββαν τιμήσωμεν• πεφυτευμένος γάρ ἐντῶ οἴκω τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καί ὡσεί κέδρος ἐν ἐρήμω, ἐπλήθυνε τό ποίμνιον τοῦ Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὀσιότητι καί δικαιοσύνη.

Ἦχος ὁ αὐτός.

Ὅσιε πάτερ, ἐκ βρέφους τήν ἀρετήν ἐπιμελῶς ἀσκήσας, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος καί παρ’ αὐτοῦ λαβῶν τῶν θαυμάτων τήν ἐνέργειαν, ἐπεισας τούς ανθρώπους καταφρονεῖν τῶν ἠδέων• νῦν δέ τῷ θείω φωτί, καθαρώτερον ἑλλαμπόμενος, φώτισον καί ἠμῶν τάς διανοίας, Σάββα πατήρ ἠμῶν. Proseuxi.gr

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος ὁ αὐτός, Θεοφάνους.

Τῶν ὑπέρ νοῦν ἀγαθῶν δεξάμενος ἔρωτα, πάντα τά ἐν τῷ κόσμω τερπνά ὑπερεῖδες θεοληπτε• ἐντεῦθεν γάρ τῷ καρπῶ οὔχ ἑάλως, καθάπερ Ἀδάμ• τόν ὄφιν δέ ἐναποκρουσάμενος δί’ ἐγκρατείας, ἀγγελικῶς τόν βίον διήνυσας• καί νῦν ἐν οὐρανοῖς αὐλίζη, ἐπαπολαύων τοῦ ξύλου τῆς ζωῆς, Θεόν ἰλεούμενος ὑπέρ ἠμῶν, τῶν πιστῶς ἐκτελούντων, ἠγιασμένε Σάββα τήν μνήμην σου.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Εἰς τόν Στίχον. Στιχηρά Προσόμοια.
Ἦχος πλ. α΄. Αὐτομελόν.

Χαίροις ἀσκητικῶν ἀληθῶς, ἀγωνισμάτων τό εὐῶδες κειμήλιον• σταυρόν γάρ ἐπ’ ὤμων ἄρας, καί τῷ Δεσπότη Χριστῷ, σεαυτόν παμμάκαρ ἀναθέμενος, σαρκός κατεπάτησας, το χαμαίζηλον φρόνημα• ταῖς ἀρεταῖς δέ, τήν ψυχήν κατελάμπρυνας, καί πρός ἔνθεον, ἀνεπτέρωσας ἔρωτα. Ὅθεν τήν παναγίαν σου, κυκλοῦντες πανεύφημε, λάρνακα Σάββα της θείας, φιλανθρωπίας αἰτούμεθα, τυχεῖν σαῖς πρεσβείαις, καί τῷ κόσμω δωρηθίαναι τό μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὅσιου αὐτοῦ.

Ἄνθραξ θεοφεγγῆς τῷ πυρί, προσομιλήσας θεοφόρε τοῦ Πνεύματος, ἐδείχθης ἐν κόσμω Σάββα, καταλαμπρύνων ψυχᾶς, τῶν πιστῶς θεοφρον προσιόντων σοί, πρός φῶς ὀδηγών αὐτούς, τό ἀνέσπερον ὅσιε, ἐρημικούς δέ, δροσιζόμενος ἄνωθεν, θεία χάριτι κατεμάρανας ἄνθρακας. Ὅθεν καί τόν τῆς νίκης σοί, προδήλως δεδώρηται στέφανον πάτερ τῆς θείας, δικαιοσύνης ὁ πρύτανις, Χριστός• ὄν δυσώπει, ταῖς ψυχαῖς ἠμῶν δοθῆναι, τό μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.

Κλίμαξ οὐρανομήκης σαφῶς, ἡ πολιτεία σου θεοφρον γεγένηται, δί’ ἤς πέρ πρός ὕψος ἤρθης, καί τῷ Δεσπότη Χριστῷ, ὁμιλεῖν παμμάκαρ κατηξίωσαι, τόν νοῦν ἑλλαμπόμενος, ταῖς ἐκεῖθεν ἑλλάμψεσι• μαρμαρυγαῖς δέ, ταῖς αὐτοῦ φωτιζόμενος, τήν ἰσάγγελον, ἐκομίσω φαιδρότητα• ὤ καί νῦν παριστάμενος, ἱκέτευε ὅσιε, τούς ἐκτελοῦντας τήν θείαν, και πανσεβάσμιον μνήμην σου, σύν σοῖ παραστῆναι, καί τῷ κόσμω δωρηθῆναι, τό μέγα ἔλεος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος πλ. Δ΄

Τῶν μοναστῶν τά πλήθη, τόν καθηγητήν σέ τιμῶμεν, Σάββα πατήρ ἠμών• διά σου γάρ τήν τρῖβον, τήν ὄντως εὐθείαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἰ, τῷ Χριστῷ δουλεύσας, καί ἐχθροῦ θριαμβεύσας τήν δύναμιν, ἀγγέλων συνόμιλε, δικαίων ὁμόσκηνε, καί ὄσιων• μεθ’ ὧν πρέσβευε τῷ Κυρίω, ἐλεηθῆναι τάς ψυχᾶς ἠμῶν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τόν Θεόν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε• ἡ πάσι χορηγοῦσα, καθαρισμόν των πταισμάτων, νῦν τάς ἠμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἠμᾶς.

Ἀπολυτίκιον. Ἦχος πλ. Δ΄

Ταῖς τῶν δακρύων σου ροαῖς, τῆς ἐρήμου τό ἄγονον ἐγεώργησας• καί τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατόν τούς πόνους ἐκαρποφόρησας• καί γέγονας φωστήρ, τή οἰκουμένη λάμπων τοῖς θαύμασι, Σάββα πατήρ ἠμῶν ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Ὁ δί’ ἠμᾶς γεννηθεῖς ἐκ Παρθένου, καί σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτω τόν θάνατον σκυλεύσας, καί Ἔγερσιν δείξας ὡς Θεός, μή παρίδης οὖς ἐπλασας τή χειρί σου, δεῖξον τήν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τήν τεκούσαν σέ Θεοτόκον πρεσβεύουσαν ὑπέρ ἠμῶν καί σῶσον Σωτήρ ἠμῶν, λαόν ἀπεγνωσμένον.

Καί Ἀπόλυσις.

Ο νους να μην περισπάται από την προσευχή:

Αγιορειτικο κομποσχοινι βοηθημα προσευχης

Σχετικά άρθρα με «Ύμνοι Αγίου Σάββα του Ηγιασμένου»:

Άγιος Παΐσιος: Έχω σε μεγάλη ευλάβεια την Αγία Βαρβάρα
Η αγία Βαρβάρα και τα 3 παράθυρα
Άγιος Νεκτάριος: Το κύριο έργο του ανθρώπου
Αρχιεπίσκοπος Καναδά: Η Θεία Κοινωνία είναι φάρμακο αθανασίας
Ένα δώρο του Αγίου Παϊσίου από τη μητέρα πατρίδα

Ακολουθήστε μας:
instagram youtube


Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις