Προσευχή | proseuxi.gr

Κύριε Ιησού Χριστέ – Ώ της υπερβαλλούσης αγάπης

Κύριε Ιησού Χριστέ

Κύριε Ιησού Χριστέ Βασιλεύ, Υιέ της αγάπης του Θεού, και Θεέ υπεράγαθε

Δέσποτα Κύριε Ιησού Χριστέ…

προσκυνῶ σέ τοίνυν τόν ἐμόν δημιουργόν καί Πατέρα σύν τῷ ἀνάρχω Σου Πατρί καί τῷ ζωοποιῶ Σου Πνεύματι.

Κλίνω γόνυ καρδίας καί σώματος μετά φρίκης καί τρόμου σοί τῷ πανταδυνάμω καί φοβερῶ καί ὑπεραγάθω Δεσπότη μου. Ευχαριστώ ὑπέρ πάντων ὧν ἐποίησας καί ποιεῖς εἰς ἐμέ∙ τή χειρί Σου μέ ἐπλασας. Τω ἐμφυσήματί Σου μέ ἐζώωσας∙ τή προνοία Σου ἐξέθρεψας∙ τή χάριτί Σου τήν ἀληθῆ πίστιν ἐγνώρισας. Τοῖς μυστηρίοις τῆς Ἱερᾶς Σου Ἐκκλησίας ἐπαιδαγώγησας∙ ἐκόσμησας μέ καί τοῖς προσκαίροις τούτοις ἀγαθοῖς τῆς ἀνθρώπινης εὐημερίας∙ κινδύνων ἀπήλλαξας∙ νόσων ἐξήγειρας. Πρός τό συμφέρον ἀοράτως ὠδήγησας∙ κυβερνᾶς καί περιθάλπεις ὡς νοσσίον Σου καί ὡς ποίημα τῆς ἀγάπης Σου.

Ἀλλά τί καί τολμῶ διηγεῖσθαι τάς εὐεργεσίας Σου; πέλαγος ἐστιν ἀνεξάντλητον βυθός ἀκατάληπτος∙ ὕψος ἀόρατον οὐ φθάνω εὐχαριστῆσαι διά τά προγεγενημένα καί καταλαμβάνει μέ ὁρμαθός εὐεργεσιῶν καινοτέρων, ὥστε καί αὐτό τό δύνασθαι μέ εὐχαριστεῖν πηλίκον δῶρον ἐστίν.

Ὤ τῆς ἐμῆς ταπεινότητος! Ὤ τῆς σῆς ἀγαθότητος!

ὅτι ὅ μόνον ἔχω ἀντί πάντων προσφέρειν σοί, εὐχαριστίαν καί ὕμνον, καί τοῦτο σόν ἐστι δῶρον.

Ὤ τῆς ὑπερβαλλούσης ἀγάπης Σου!

Ὅτι πάντα μου ἐξέχεας τόν πλοῦτον τῶν ἀγαθῶν Σου. Μίαν εἶδα γνησίαν εὐχαριστίαν, τήν ἐκπλήρωσιν τῶν θελημάτων Σου ἀλλ’ ἐάν μέν ἤ τό πνεῦμα πρόθυμον, ἡ δέ σάρξ ἀσθενής, σύ τοῦτο, Κύριε, εἴπας∙ ἤ δέ προθυμία πάλιν τοῦ πνεύματος ἐκ τῶν πρόσκαιρων σβέννυται λογισμῶν.

Ἀλλά σύ, Κύριε, δυνατός εἰ μόνος καί τήν προαίρεσιν ἀνάψαι καί τήν σάρκα ἐνδυναμῶσαι∙ ὄντως εὐχαριστήσω γνησίως, ἐάν συναφθῆ μου ἡ βούλησις τῷ θελήματί μου, καί ἐάν ὅλη μου ἡ καρδία προσκολληθῆ τή ἀγάπη Σου. Ναί, οὕτως ἀξίωσον μέ, Χριστέ Βασιλεῦ, Υἱέ τῆς ἀγάπης τοῦ Θεοῦ, καί Θεέ ὑπεράγαθε.

Γεννάδιος Σχολάριος

Εγγραφείτε στο Newsletter μας!

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X