Προσευχή | proseuxi.gr
Αρχική » Διαφορα » Ο Χριστός «θανάτω τον θάνατον επάτησε»

Ο Χριστός «θανάτω τον θάνατον επάτησε»

Ανάσταση Ο Χριστός «θανάτω τον θάνατον επάτησε»

Ο Χριστός «θανάτω τον θάνατον επάτησε»

Μήνυμα του Πατριάρχη Ιεροσολύμων Θεοφίλου Γ´ για το Άγιον Πάσχα

ΘΕΟΦΙΛΟΣ Γ´
Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ
καί πάσης Παλαιστίνης
παντί τῷ πληρώματι τῆς Ἐκκλησίας, χάριν καί ἔλεος καί εἰρήνην
ἀπό τοῦ Παναγίου καί Ζωoδόχου Τάφου
τοῦ Ἀναστάντος Χριστοῦ.

Ἀνέστη Χριστός ἐκ νεκρῶν, λύσας θανάτου τά δεσμά, εὐαγγελίζου γῆν χαράν μεγάλην, αἰνεῖτε οὐρανοί Θεοῦ τήν δόξαν. (Στιχηρόν ἀναστάσιμον τῶν Αἴνων βαρέος ἤχου)

Ἰησοῦς Χριστός ὁ Ναζωραῖος, ὁ ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς ἀειπαρθένου Ἐνανθρωπήσας Μονογενής Υἱός καί Λόγος τοῦ Θεοῦ, ὁ κατά σάρκα τεχθείς ἐπί Καίσαρος Αὐγούστου εἰς Βηθλεέμ, συνανεστράφη καί εὐηργέτησε τούς ἀνθρώπους, ἐκήρυξε μετάνοιαν καί τήν ἔλευσιν τῆς βασιλείας τοῦ Θεοῦ εἰς τήν γῆν, ἐποίησε νόμον ζωῆς τήν ἀγάπην ἀκόμη καί πρός τούς ἐχθρούς, ἰάσατο ἀσθενεῖς καί ἀνιάτους, ἀνέστησε νεκρούς, ὑπέμεινεν ἑκουσίως σταυρόν ἐπί Ποντίου Πιλάτου εἰς Ἱερουσαλήμ, ἐξέχεε τό αἷμα Αὐτοῦ τό ἄχραντον εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν, ἀπέθανεν ἐπί τοῦ σταυροῦ ὡς ἄνθρωπος καί ἐτάφη εἰς τό πλησίον τοῦ Γολγοθᾶ «καινόν μνημεῖον, ἐν ᾧ οὐδέποτε οὐδείς ἦν τεθειμένος» (Ἰωάν. 19, 41). Εἰς τήν ταφήν Αὐτοῦ καί «τήν σφράγισιν τοῦ λίθου τοῦ μνημείου μετά τῆς κουστωδίας» (Ματθ. 27, 66) εἶδον τό τέλος Αὐτοῦ «τῶν σεσωσμένων οἱ παῖδες».

Ἄλλαι ὅμως ἦσαν αἱ βουλαί τοῦ Θεοῦ διά τόν Υἱόν Αὐτοῦ καί τήν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων. Ὅτε, «διαγενομένου τοῦ Σαββάτου, αἱ μυροφόροι γυναῖκες ἦλθον εἰς τό μνημεῖον, ἵνα ἀλείψωσι καί πάλιν τόν Κύριον ἀρώμασι» (Μάρκ. 16, 1), εὑρέθησαν ἐνώπιον θέας ἀνηκούστου καί ἐκπληκτικῆς. Εὗρον τόν λίθον μετηρμένον ἐκ τῆς θύρας τοῦ μνημείου καί ἤκουσαν ἄγγελον ἔνδοθεν αὐτοῦ βοῶντα πρός αὐτάς: «Ἰησοῦν ζητεῖτε τόν Ναζαρηνόν, τόν ἐσταυρωμένον, ἠγέρθη οὐκ ἔστιν ὧδε, ἴδε ὁ τόπος, ὅπου ἔθηκαν Αὐτόν». (Μάρκ. 16, 6).

Αὕτη ἦτο ἡ φιλάνθρωπος οἰκονομία τοῦ Θεοῦ διά τόν ἄνθρωπον, ἡ Ἀνάστασις τοῦ Υἱοῦ Αὐτοῦ. Ὁ Χριστός ἑκουσίως παθών ἀπαθῶς καί θανών ὑπέρ ἡμῶν ἐπί τοῦ σταυροῦ ὡς ἄνθρωπος, ἀνέστη ἐκ τοῦ τάφου ὡς Θεάνθρωπος. «Παθών ἅ ἔδει παθεῖν Αὐτόν, εἰσῆλθεν εἰς τήν δόξαν Αὐτοῦ» (Λουκ. 24, 26). Ἡ δόξα Αὐτοῦ ἐστι ἐν τῇ ταπεινώσει τοῦ σταυροῦ Αὐτοῦ. Διά τοῦ σταυροῦ Αὐτοῦ ἦλθε χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ ὁ ἀνθρωποκτόνος διάβολος ἐνικήθη κατά κράτος. Ο Χριστός «θανάτω τον θάνατον επάτησε». Ὁ θάνατος κατεπόθη εἰς τέλος, οὐκ ἔσχεν ἐξουσίαν ἐπί τοῦ Χριστοῦ. Κατελθών διά τοῦ σταυροῦ εἰς τόν Ἅδην ὁ Χριστός, ἀνέστη καί συνανέστησε μετ’ Αὐτοῦ τούς πρωτοπλάστους καί τούς ἀπογόνους αὐτῶν καί συμπαρέλαβε αὐτούς εἰς τόν Παράδεισον, τοῦ ὁποίου ἠξίωσε αὐθημερόν τόν θεολογήσαντα διά τῆς μετανοίας εὐγνώμονα ληστήν.

Τήν ἀγγελικήν ἀναστάσιμον καί χαρμόσυνον ἀγγελίαν ταύτην ἐπεβεβαίωσεν Αὐτός Οὗτος ὁ Ἀναστάς Κύριος διά πολλῶν ἐμφανειῶν Αὐτοῦ. Πρῶτον ὤφθη πρός τάς μυροφόρους γυναῖκας, ἔπειτα «ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς, ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσι» (Α΄ Κορ.15, 6-7) μετά τοῦ λελαμπρυσμένου καί δεδοξασμένου διά τοῦ σταυροῦ ἀχράντου σώματος Αὐτοῦ, ὁμιλῶν αὐτοῖς, «δεικνύων τάς χεῖρας καί τούς πόδας Αὐτοῦ καί διαβεβαιῶν ὅτι οὐκ ἦν πνεῦμα, καθ’ ὅτι πνεῦμα σάρκα καί ὀστέα οὐκ ἔχει καθώς Αὐτός ἔχει, λαμβάνων καί τρώγων ἐνώπιον αὐτῶν» (Λουκ. 24, 39-43), «παρέχων αὐτοῖς τήν εἰρήνην Αὐτοῦ καί ἐξουσίαν ἀφέσεως ἁμαρτιῶν ἐν τῇ δυνάμει τοῦ Πνεύματος, οὗ ἐνεφύσησεν αὐτοῖς» (Ἰωάν. 20, 21-23).

«Ἐν τοῖς πολλοῖς τεκμηρίοις τούτοις παρέστησεν Ἑαυτόν ζῶντα μετά τό παθεῖν ὁ Κύριος», (Πράξ. 1, 3) εἰς τούς ἀποστόλους, ἐπί ἡμέρας τεσσαράκοντα μετά τήν Ἀνάστασιν, ὅτε καί ἀνελήφθη εἰς οὐρανούς καί ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός Αὐτοῦ μετά τῆς ἐν τῇ Ἐνανθρωπήσει προσληφθείσης καί διά τοῦ σταυροῦ δοξασθείσης καί θεωθείσης ἀνθρωπίνης φύσεως ἡμῶν. Ἐκεῖθεν, ὡς ἐπηγγείλατο, «ἐν τῷ συμπληροῦσθαι τήν ἡμέραν τῆς Πεντηκοστῆς» (Πράξ. 2, 1), κατέπεμψε εἰς τούς ἀποστόλους παρά τοῦ Πατρός Παράκλητον ἄλλον, τό Πνεῦμα τῆς ἀληθείας, «ἀναδείξας αὐτούς πανσόφους καί δι’ αὐτῶν τήν οἰκουμένην σαγηνεύσας».

Ὄντως ἐσαγηνεύθη ἀπ’ ἄκρου εἰς ἄκρον ἡ οἰκουμένη ἐκ τοῦ πεφωτισμένου τῷ Ἁγίῳ Πνεύματι κηρύγματος τῶν Ἀποστόλων περί τοῦ προσώπου, τῆς διδασκαλίας καί τοῦ λυτρωτικοῦ ἔργου τοῦ Ἐνανθρωπήσαντος, Σταυρωθέντος καί Ἀναστάντος Ἰησοῦ Χριστοῦ. Ἐπί «τῇ πέτρᾳ τῆς ὁμολογίας τῶν ἀποστόλων», ὡς προεῖπε, «ᾠκοδόμησεν ὁ Κύριος τήν Ἐκκλησίαν Αὐτοῦ» (Ματθ. 16,18) καί ἐσφράγισε καί ἐπαγίωσε εἰς τόν κόσμον διά τοῦ Ἁγίου Πνεύματος Αὐτοῦ. Ἔκτοτε ἡ Ἐκκλησία, ὡς τό μυστικόν σῶμα Αὐτοῦ, ἐπιτελεῖ διά μέσου τῶν αἰώνων ἕως ἐσχάτου τῆς γῆς ἔργον εἰρηνευτικόν, συνδιαλλακτικόν, ἐξημερωτικόν τῶν ἠθῶν τῶν ἀνθρώπων, ἁγιαστικόν καί λυτρωτικόν τῶν ψυχῶν καί τῶν σωμάτων αὐτῶν.

Τό ἔργον τοῦτο τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καί Ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ἐπιτελεῖ ἡ Μήτηρ τῶν Ἐκκλησιῶν, «ἡ δεχθεῖσα πρώτη ἄφεσιν ἁμαρτιῶν διά τῆς Ἀναστάσεως», ἀνά τούς τόπους τῆς χάριτος, τούς τόπους τῆς κατά σάρκα ἐνδημίας τοῦ Σωτῆρος Χριστοῦ, κατά δέ τήν νύκτα τῆς ἑορτῆς τῆς λαμπροφόρου Ἀναστάσεως προσεύχεται διακαῶς ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Τάφου ὑπέρ εἰρηνεύσεως τῆς οἰκουμένης, τῆς Μέσης Ἀνατολῆς καί τῆς Ἁγίας Γῆς καί εὔχεται εἰς τό ποίμνιον αὐτῆς εἰς τήν Ἁγίαν Γῆν καί ὁπουδήποτε γῆς καί εἰς πάντας τούς τιμῶντας αὐτήν εὐλαβεῖς προσκυνητάς ὑγιείαν, δύναμιν, καί πᾶσαν ἀπό Χριστοῦ Ἀναστάντος εὐλογίαν.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ΠΑΣΧΑ 2018
Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,
Διάπυρος πρός Κύριον Εὐχέτης,
ΘΕΟΦΙΛΟΣ Γ´
Πατριάρχης Ἱεροσολύμων

Εγγραφείτε στο Newsletter μας!   

Προσθέστε Σχόλιο

Διάφορα

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις