Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Παρακλησεις στους Αγιους » Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου

Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου

Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου

Ο Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου είναι ποίημα του Δανιήλ Μοναχού

Ο Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου διαβάζετε στους Ιερούς Ναούς το απόγευμα της ημέρας της εορτής του Οσίου Ιωάννου του Ρώσου ή σε κάθε άλλη περίσταση. Ο Όσιος Ιωάννης ο Ρώσος εορτάζει 27 Μαΐου.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τω Ιωάννη, οι πιστοί νυν προσδράμωμεν, οι εν δεινοίς και συμφοραίς, και προσπέσωμεν, εν ευσεβεία κράζοντες, εκ βάθους ψυχής’ Όσιε, βοήθησον, εφ’ ημίν σοις ικέταις, πρόφθασον και λύτρωσαι της παρούσης ανάγκης, μη παραβλέψης δέησιν οικτράν των προσφευγόντων τη σλέπη σου, Άγιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
(Τό αὐτό ἡ τό Ἀπολυτίκιον τοῦ ἁγίου του Ναοῦ, ἕν ὤ ἤ Παράκλησις ψάλλεται).
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ήχος δ’ (Ταχύ προκατάλαβε)
Εκ γής ο καλέσας σε, προς ουρανίους μονάς, τηρεί και μετά θάνατον αδιαλώβητον, το σκήνος σου Όσιε. Συ γαρ εν τη Ασία, ως αιχμάλωτος ήχθς, ένθα και ωκειώθης, τω Χριστώ Ιωάννη. Αυτόν ούν ικέτευε σωθήναι τας ψυχάς ημών.

Θεοτοκίον

Ου σιωπήσομεν, ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, εί μη γαρ Συ προίστασο πρεσβέβουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων: Τις δε διεφύλαξεν εως νύν ελευθέρους: Ούκ αποστώμεν, Δέσποινα , εκ Σου, σους γαρ δούλους σώζεις αεί, εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου
Ωδή α’ (Ήχος πλ δ’) «Υγράν διοδεύσας….»
Άγιε του Θεού πρέσβευε υπέρ ημών

Δειναίς πιεζόμενος, συμφοραίς, προς σε επιρρίπτω, και το σώμα και την ψυχήν, δεόμενος σου, όσιε Πάτερ, εκ λυπηρών και δεινών με λυτρώσασθαι.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Σαρκός με του κλύδωνος προσβολή, μάκαρ Ιωάννη, εκταράττει διηνεκώς, ειρήνευσον πάτερ τη γαλήνη, ταις του Θεού συμπαθέσι πρεσβείαις σου.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Δαινόνων τα στίφη τα πονηρά, καταπολεμούσι, τον σον δούλον ανηλεώς, κατάλυσον τούτους τη δυνάμει, τη του Σταυρού φιλανθρώποις πρεσβείαις σου.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Παρθένε, η πύλη η του Θεού, άνοιξόν μοι πύλην, ευσπλαχνίας και εκ πυλών, της θανατηφόρου αμαρτίας, τη μητρική παρρησία σου ρύσαι με.

Ωδή γ ’«Ουρανίας αψίδος….»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Πονηρίας ανθρώπων οδυνηρών πάντοτε, απειλάς πνεόντων δυσφήμως, συ με διάσωσον, την αυτών θηριώδη μανίαν διασκεδάσας, ευσεβών το στήριγμα, πάτερ πενένδοξε.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ευτρεπίσας πανσόφως το της ψυχής οίκημα, και διαφερόντως κοσμήσας, θεομακάριστε, χάριν του Πνεύματος εισδεδεγμένος ωράθης, και φωτός πληρέστατος, ως στύλος πύρινος.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Καθαράς παρθενίας αποπεσόν, Πάναγνε, όλως εμολύνθην τω πάθει, της ασωτίας μου, η τετοκυία Κριτήν, αμαρτανόντων ανθρώπων, πάσης κατακρίσεως, Παρθένε, σώσον με.
Διάσωσον από κινδύνων τους δούλους σου, Θεοφόρε, τους εν πίστει ειλικρινεί προς Σε καταφεύγοντας, ως έτοιμον βοηθόν εν ανάγκαις.
Eπίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι τής ψυχής μου τό άλγος.

Πρεσβείαν θερμήν
Προστάτης θερμός και πύργος απροσμάχητος, εδείχθης, σοφέ, τοις πίστει εκβοώσι σοι, και σεπτώς κραυγάζουσι, Θεοφόρε Ιωάννη, πρόφθασον και εκ κινδύνων λύτρωσαι ημάς, αεί τη Τριάδι παριστάμενος.

Ωδή δ’ «Εισακήκοα Κύριε….»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Ιαμάτων χαρίσματα, τω σεπτώ τεμένει σου οι προσφεύγοντες, αρυόμεθα ευφρόσυνα, και δοξάζομέν σε θαυματόβρυτε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Καππαδόκων συστήματα, και των Προκοπέων πλήθη τα ευλαβή, αντιλήπτορα γινώσκουσι, και προστάτην πάντες ευφημούσι σε.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Διαβάς ανδρικότατα, νέφος της σαρκός σου δια σης της πράξεως, είσω γέγονας αοίδημε, του φωτός του θείου, ως επόθησας.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Οίκος γέγονας, άχραντε, του Θεού των όλων ως Αειπάρθενος, οίκον όθεν με ανάδειξον, αρετών ενθέων, θεία χάριτι.

Ωδή ε’ «Φώτισον ημάς….»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Φρούρησον ημάς ταις πρεβείαις σου, μακάριε, και τω βραχίονί σου τω κραταιώ, πικρούς δαίμονας κατάβαλε, υπερθαύμαστε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Δώρησαι ημίν, την υγείαν δεομένοις σου, και της ψυχής και του σώματος αει, και την μυρίπνοον ρώσιν, πάτερ πανόλβιε.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ίασαι λαόν προσδραμόντα σοι, θαυμάσιε και λοιμικής νόσου και πυρετών, και αλγηδόνων παντοίων όλως διάσωσον.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Χαίρει επί σοι, Θεοτόκε, κτίσις άπασα, των Αγγέλων τα συστήματα, και των ανθρώπων γλώσσαι πάσαι δοξάζουσι.

Ωδή στ’ «Την δέησιν, εκχεώ..»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Θαυμάτων σε θυσαυρόν επίσταμαι, και πηγήν των αγαθών, Ιωάννη, αρρωστιών, ιατρεύοντα πάθη, και ενεργείας δαιμόνων ελαύνοντα, και δέομαι σωθήναι νυν, εκ φθοράς με κακών, χαριτώνυμε.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Προστάτιν σε των πτωχών κηρύττομεν, και φρουρόν Καππαδοκίας απάσης, των πειρασμών διαλύοντα όχλον, και δυσσεβών επηρείας διώκοντα, και πάντας νυν τους ευσεβείς, των δεινών λυτρωθήναι δεόμεθα.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Λιμένα σε εν κινδύνοις έχομεν, και εν θλίψεσι προστάτην, παμμάκαρ, και παντελή συμφορών σωτηρίαν, και ποταμόν δωρεών ανεξάντλητον, και βρύσιν ευεργεσιών, και πηγήν ιαμάτων αέναναον.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Αγκάλαις σου και μαστοίς, ώ Δέσποινα, τω Υιώ σου μεσιτεύουσι σείξον, σοις τέκνοις τα εκείνου Παρθένε, σταυρόν και λόγχην και σπόγγον και κάλαμον, ούτως δ’ ιλέωσων αυτόν, εφ’ ημίν τοις πολλά αμαρτήμασι.
Διάσωσον από κινδύνων τους δούλους σου, Θεοφόρε, τους εν πίστει ειλικρινεί προς Σε καταφεύγοντας, ως έτοιμον βοηθόν εν ανάγκαις.
Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Κοντάκιον
Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία πρός τόν ποιητήν αμετάθετε, μή παρίδης αμαρτωλών δεήσεων φωνάς, αλλά πρόφθασον ώς αγαθή, εις την βοήθειαν ημών των πιστώς κραυγαζόντων σοι, Τάχυνον εις πρεσβείαν και σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε, των τιμώντων σε.

Προκείμενον
Τίμιος εναντίον Κυρίου, ο θάνατος του Οσίου Αυτού.

Στίχος: Μακάριος ανήρ ο φοβούμενος τον Κύριον…

Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου
Ευαγγέλιον Έκ του κατά Λουκάν

Τω καιρώ εκείνω έστη ο Ιησούς επί τόπου πεδινού, και όχλος μαθητών αυτού και πλήθος πολύ του λαού από πάσης της Ιουδαίας και Ιερουσαλήμ και της παραλίου Τύρου και Σιδώνος’ οί ήλθον ακούσαι αυτού και ιαθήναι από των νόσων αυτών, και οι οχλούμενοι υπό πταισμάτων ακαθάρτων, και εθεραπεύοντο.
Και πας ο όχλος εζήτει άπτεσθαι αυτού, ότι δύναμις παρ’ αυτού εξήρχετο και ιάτο πάντας. Και αυτός επάρας τους οφθαλμούς αυτού έλεγεν «Μακάριοι οι πτωχοί ότι υμετέρα εστίν η βασιλεία του Θεού. Μακάριοι οι πεινώντες νυν ότι χορτασθήσεσθαι. Μακάριοι οι κλαίοντες νυν ότι γελάσετε. Μακάριοι έστε όταν μισήσωσιν υμάς οι άνθρωποι, και όταν αφορίσωσιν υμάς και ονειδίσωσι και εκβάλωσι το όνομα υμών ως πονηρόν ένεκα του υιού του ανθρώπου. Χαίρετε εν εκείνη τη ημέρα και σκιρτήσατε, ιδού γαρ ο μισθός υμών πολύς εν τω ουρανώ».

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Ταις του σου Οσίου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ταις της Θεοτόκου πρεσβείες Ελεήμον, εξάληψον τα πλήθη των εμών εγκλημάτων

Στίχος: Ελέησον με, ο Θεός, κατά το μέγα Έλεός Σου, και κατά το πλήθος των οικτιρμών Σου, εξάλειψον το ανόμημά μου.

Μη αποστερήσεις με, της σης θερμής προστασίας, Ιωάννη όσιε αλλά θραύσον δέομαι τη ισχύι σου, θράση τα ανίσχυρα, και τα τοξεύματα, των δαιμόνων τα ανέλπιστα, νόσων απάλλαξον, και πειρατηρίων και θλίψεων, και πάντας ελευθέρωσον, των σατανικών επιθέσεων, ίνα σε γεραίρω, και πόθω ανυμνώ και προσκυνώ, και μεγαλύνω σου, Άγιε, έργα τα θεάρεστα.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ……. (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ωδή ζ’ «Οι εκ της Ιουδαίας»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Την ψυχήν θυμηδίας, και χαράς απάσης ανάδειξον έμπλεω, θεόφρον Ιωάννη, των σε θερμώς υμνούντων, και βοάν αεί δίδαξον, ο των Πατέρων ημών, Θεός ευλογητός εί.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Λαμπρυνθείς τω σω πάθει, σκοτισθέντα με αμαρτήμασι λάμπρυνον, τον πόθω προσιόντα, τω σω σεπτώ λειψάνω, και κραυγάζειν αξίωσον, ο των Πατέρων ημών, Θεός ευλογητός εί.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Πειρασμών και κινδύνων, και ανάγκης και θλίψεως ελευθέρωσον, και βλάβης των δαιμόνων, τους ση σεπτή θαρρούντας, και εν πίστει κραυγάζοντας, ο των Πατέρων ημών, Θεός ευλογητός εί.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Των ανθρώπων ο πλάστης, εν γαστρί σου σκηνώσας, Θεοχαρίτωτε, απάντων προστασίαν, των ζάλαις κλονουμένων, και βοώντων αξίωσον, ο των Πατέρων ημών, Θεός ευλογητός εί.

Ωδή η’ «Τον Βασιλέα…»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τοις ποντουμένοις βιωτικαίς τρικυμίαις, χείρα δίδου, παμμάκαρ, υμνούσι, και υπερυψούσι Χριστόν εις τους αιώνας.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Των σων λειψάνων των ευαγών απτομένους, ευωδίας πλήρωσον θείας, Κύριον υμνούντες πιστώς εις τους αιώνας.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Τους δεομένους εκτενώς, Θεοφόρε, και την χάριν αιτούντας προσδέχου, και δοξολογούντας Θεόν εις τους αιώνας.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Των μολυσμάτων μου την καρδίαν, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ίνα σε δοξάζω εις πάντας τους αιώνας.

Ωδή θ’ «Κυρίως Θεοτόκον…»
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Αστέρα, Ιωάννη, σε σημειοφόρον, ομολογούμεν ημίν φώς αυγάζοντα, οι ευσεβείς ορθοδόξως Χριστώ λατρεύοντες.
Άγιε του Θεού πρέσβευε υπέρ ημών
Εν σάλω, Θεοφόρε, τοις κυματουμένοις, πολλών κακών σοις ικέταις βοήθησον, διασκεδάζων τα βέλη του πολεμήτορος.
Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι
Την δέησίν μου δέξαι, του ταπεινωθέντος και χαλεπών, Θεοφόρε, κακώσεων, και αμαρτίας με λύτρωσαι.
Και νυν και αει, και εις τους αιώνας των αιώνων. Αμήν
Ελπίδα σωτηρίας, των εκπεπτωκότων, αι γενεαί, Θεοτόκε, γινώσκουσαι, δια παντός ομοφρόνως σε μακαρίζουσι.

Αξιόν εστίν ως αληθώς μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών. Τήν τιμιωτέραν των Χερουβίμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγων τεκούσαν, την όντως Θεοτόκον σε μεγαλύνομεν.

Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου
Και τα ακόλουθα Μεγαλυνάρια

Τους συναθροισθέντας τω σω ναώ, αοράτων πάντας, ορατών τε επιβουλής, ημάς τυραννούντων, δεόμεθα ρυσθήναι, υπό την σην αιγίδα, θερμώς προσφεύγοντας.
Τα πεπυρωμένα βέλη εχθρού, βροτοκτόνου, πάτερ, απομάκρυνον αφ΄ημών, ταις προς την Τριάδα, θερμαίς σου ικεσίαις, όπως ρυσθέντες τούτων, σε μεγαλύνωμεν.
Τον αστέρα πάντες τον φαεινόν, τον εκ Προκοπίου, απαστράψαντα νοητώς, οσίων το κλέος, και Καππαδόκων δόξαν, τον θείον Ιωάννην, ύμνοις τιμήσωμεν.
Αίτησαι ειρήνην παρά Θεού, πνευμάτων γαλήνην, μέχρι τέλους υπομονήν, ψυχών σωτηρίαν, ημίν τοις σοις ικέταις, τοις ευφημούσι πόθω, τα σα θαυμάσια.
Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η Δωδεκάς,
οι Άγιοι Πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τω σωθήναι ημάς.

Το Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

«Απολυτίκον» Ήχος δ’ (Ταχύ προκατάλαβε)
Εκ γής ο καλέσας σε, προς ουρανίους μονάς, τηρεί και μετά θάνατον αδιαλώβητον, το σκήνος σου Όσιε. Συ γαρ εν τη Ασία, ως αιχμάλωτος ήχθης, ένθα και ωκειώθης, τω Χριστώ Ιωάννη. Αυτόν ούν ικέτευε σωθήναι τας ψυχάς ημών.

«Απόλυσις και ψάλλομεν τα εξής»

Ήχος β’ (Ότε εκ του ξύλου)
Δεύτε προσκυνήσωμεν, πιστοί, και μετ’ ευλαβείας και πόθου κατασπαζόμενοι, λείψανον περίσεπτον και πανυπέρτιμον, Ιωάννου θεόφρονος, αγνίσωμεν χείλη, όμματα και μέτωπα, και ικετεύσωμεν, όπως και ημάς αξιώση, τέλους σωτηρίου και θείου, ταις αυτού προς Κύριον δεήσεσιν.
Άνω των Αγγέλων τοις χοροίς, και των αθλοφόρων τοις δήμοις, η ση αγία ψυχή, τέρπεται μακάριε, και συναγάλλεται, και οσίων τοις πλήθεσι, χοροίς προφητών τε, και ιεραρχών ομού τοις θείοις τάγμασι, κάτω δε το πάνσεπτον σώμα, ύμνοις και ωδαίς επαξίως, υφ’ ημών τιμώμενον δοξάζεται.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξον με υπό την σκέπην σου.

Δι’ ευχών των Αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ ο Θεός, ελέησον και σώσον ημάς. Αμήν

Χειροποίητα Εργόχειρα από το Άγιο Όρος και τα Μοναστήρια μας

Ολα τα Αγιορειτικα εργοχειρα εδω

Σχετικά άρθρα με «Παρακλητικός Κανών Οσίου Ιωάννου του Ρώσου»:

Άγιος Λουκάς ο Ιατρός: Να καλείς τη Παναγία σε βοήθεια
Άγιος Ιωάννης της Κλίμακος: Τα γνωρίσματα του Θεού
Παρακλητικός Κανών Οσίου Νικηφόρου του Λεπρού
Παρακλητικός Κανών Αγίων Κωνσταντίνου και Ελένης

Ακολουθήστε μας:
instagram youtube


Προσθέστε Σχόλιο

Διάφορα