Προσευχή | proseuxi.gr

Προσευχή στον Κύριο – Η καρδιά σου, Θεέ μου!

Προσευχή στον Κύριο Σύμβολο της Πίστεως

Προσευχή στον Κύριο: Πάντα οὔν τά τοιαῦτα, ὡς ἀγαθός καί φιλάνθρωπος

…Κύριε, μή τῷ θυμῶ Σου ἐλέγξης μέ. Πολλάκις, Δέσποτα, μετανοεῖν συνεταξάμην∙ πολλάκις ἐν ἐκκλησία κατανυγεῖς προσπίπτω σοί, ἐξερχόμενος δέ ταῖς ἁμαρτίαις εὐθύς περιπίπτω∙ ποσάκις μέ ἠλέησας, ἐγώ δέ σέ παρώργησα! Ποσάκις ἐμακροθύμησας, ἐγώ δέ οὐκ ἐπέστρεψα!

Ποσάκις μέ ἀνέστησας, ἐγώ δέ πάλιν ὀλισθήσας κατέπεσον! Ποσάκις μου εἰσήκουσας, ἐγώ δέ σού παρήκουσα!

Ποσάκις μέ ἐπόθησας, ἐγώ δέ οὐδαμῶς σοί ἐδούλευσα! Ποσάκις μέ ἐτίμησας, ἐγώ δέ οὐκ εὐχαρίστησα. Ποσάκις ἁμαρτήσαντα, ὡς ἀγαθός πατήρ, παρεκάλεσας, καί ὡς υἱόν κατεφίλησας, καί τάς ἀγκάλας ὑφαπλώσας μοί ἐβόησας∙ ἔγειραι, μή φοβοῦ, στήθι, πάλιν δεῦρο, οὐκ ὀνειδίζω σέ, οὐ βδελύσσομαι, οὐκ ἀπορρίπτω, οὐδέ σκληρύνω τό ἐμόν πλάσμα, τό ἐμόν τέκνον, τήν ἐμήν εἰκόνα∙ ὄν οἰκείαις χερσί διέπλασα ἄνθρωπον καί ἐφόρεσα∙ ὑπέρ οὗ τό αἷμα ἐξέχεα∙ οὐκ ἀποστρέφομαι πρός μέ ἐρχόμενον τό λογικόν μου πρόβατον τό ἀπολωλός.

Οὐ δύναμαι μή ἀποδοῦναι τήν προτέραν εὐγένειαν οὐ δύναμαι, μή συναριθμῆσαι τοῖς ἐννενήκοντα ἐννέα προβάτοις∙ διά γάρ τοῦτο καί μόνον ἐπί τῆς γής κατελήλυθα, καί τόν λύχνον ἀνήψα, τήν σάρκα μου τήν οἰκείαν, καί τήν οἰκίαν ἐσάρωσα, καί τάς φίλας δυνάμεις τάς οὐρανίους συνεκαλεσάμην ἐπευφρανθῆναι τή τούτου εὐρέσει.

Πάντα οὔν τά τοιαῦτα, ὡς ἀγαθός καί φιλάνθρωπος, ἐχαρίσω μοί, Δέσποτα.

Ἐγώ δέ, πάντων καταφρονήσας ὁ ἄθλιος, εἰς ἀλλοτρίαν καί μακράν χώραν ἀπώλειας ἀπέδρασα.

Ἀλλ’ αὐτός μέ, πανάγαθε, πάλιν ἐπανήγαγε καί μή ὀργισθῆς μοί τῷ τάλανι, Κύριε… Μνήσθητι τῶν λόγων Σου, Κύριε, ὅτι ἐπιμελῶς ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπί τά πονηρά ἐκ νεότητος αὐτοῦ∙ καί ἄνθρωπος ματαιότητι ὁμοιώθη… καί οὐδείς καθαρός ἀπό ρύπου∙ καί ὅτι ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου.

Ἐάν γάρ ἀνομίας παρατηρήσης ἠμῶν, οὐδείς ὑποστήσηται, Κύριε∙ διό σῶσον μέ τόν ἀνάξιον δοῦλόν Σου ἕνεκεν τοῦ ἐλέους Σου, καί οὔχ ἕνεκεν τῶν ἔργων μου. Ἀμήν.

Ιωάννης Δαμασκηνός

Εγγραφείτε στο Newsletter μας!

Διαβάστε επίσης Προσευχή στον Κύριο:
Σε δοξολογώ μεγάλε Δημιουργέ
Η γλυκύτητα Σου, Κύριε!

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X