Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Παρακλησεις στους Αγιους » Χαιρετισμοί στην Αγία Αικατερίνη την μεγαλομάρτυρα

Χαιρετισμοί στην Αγία Αικατερίνη την μεγαλομάρτυρα

Χαιρετισμοί στην Αγία Αικατερίνη

Χαιρετισμοί στην Αγία Αικατερίνη την μεγαλομάρτυρα

Οι Χαιρετισμοί στην Αγία Αικατερίνη την μεγαλομάρτυρα

Κοντάκιον. Ήχος πλ. δ . Τη Υπερμάχω.

Οι της αγνείας ερασταί δεύτε συνέλθωμεν, και καθαραίς εν διανοίαις αναμέλψωμεν, της αγνείας στήλην έκλαμπρον την αγίαν και σοφήν, Αικατερίναν ως ποθήσασαν, τον Νυμφίον εκ ψυχής, αγνείας στήριγμα και βοήσωμεν· Χαίροις Κόρη πανάφθορε.

Άνω ψυχής το όμμα, διαθέσεις τε πάσας επάρωμεν αγνείας οι φίλοι (γ´)· οικολογήσαι μέλλοντες νυν, του Χριστού την νύμφην και Μάρτυρα, την ένδοξον και πάνσοφον Αικατερίναν εκβοώντες ταύτα·

Χαίρε, σοφή, σοφίαν ποθούσα·
χαίρε, αγνή, αγνείαν ως σχούσα.
Χαίρε, του Νυμφίου Χριστού νύμφη άφθορε·
χαίρε, της αγνείας, ναός ο περίκλυτος.
Χαίρε, ύψει της σοφίας σου, ότι γάνυται Θεός·
χαίρε, βάθει σης συνέσεως, ότι σώζονται πολλοί.
Χαίρε, είπερ τις άλλος, τον Χριστόν ερασθείσα·
χαίρε, είπερ τις πόθου, προς Αυτόν κεκτημένη.
Χαίρε, αστήρ, αρρήτου αγνότητος·
χαίρε, σπινθήρ, ανάπτων την έφεσιν.
Χαίρε, ναέ, ενώ ώκησε Κτίστης·
χαίρε, φημί, του Χριστού μου η νύμφη.
Χαίρε, Κόρη πανάφθορε.

Βλέποντές σου την χάριν, οι της πλάνης προστάται, θεόθεν δαψιλώς δωρουμένην, την πλάνην απέπτυσαν ευθύς, και γαρ του Χριστού συ τα μεγαλεία, γλώσση σου ερητόρευες προτρέπουσα τους πάντας κράζειν·

Αλληλούϊα.

Γνόντες Χριστού την πίστιν, των ειδώλων οι πρώτοι, εν μέσω των απίστων εβόων· εις εστί των πάντων Θεός, Ον Αικατερίνα εκτρανοί κράτιστα, προς Ον ημείς πιστεύσαντες, βοώμεν προς αυτήν τοιαύτα·

Χαίρε, δι’ ης ερρύσθημεν πλάνης·
χαίρε, δι’ ης την πίστιν πλουτούμεν.
Χαίρε, τον Χριστόν, δια σου ως επέγνωμεν·
χαίρε, τον εχθρόν, δια σου ως νικήσαντες.
Χαίρε, Κόρη, προν την άθλησιν υπαλείψασα ημάς·
χαίρε, Μάρτυς, προς μαρτύριον, η οτρύνασα καλώς.
Χαίρε, ότι χωρούμεν δια σου εν τοις άθλοις·
χαίρε, ότι τρυγώμεν δια σου αφθαρσίαν.
Χαίρε, ισχύς, πολλούς επιρρώσασα·
χαίρε, ημών αθλούντων αντίληψις.
Χαίρε, ημών στρατηγέ, ω παρθένε·
χαίρε, καλή του αγώνος ηγέτις.
Χαίρε, Κόρη πανάφθορε.

Δέμας αγνός σου Κόρη, εις Σινά μετετέθη το όρος, ευμοιρούν αφθαρσίαν, δι’ Αγγέλου ως οίδε Θεός, θαύμα μέγιστον! Σαφές τεκμήριον, της σης υπεραγνείας, δι’ ης ήδεται Χριστός, ακούων ύμνον.

Αλληλούϊα.

Έχαιρες τοις βασάνοις Μάρτυς Αικατερίνα, αθλούσα υπέρ σου Νυμφίου, τέτρωμαι Νυμφίε μου Χριστέ, σης αγάπης· εβόας· εγώ, ήδιστα ουν εκδαπανηθήσομαι, υπέρ σου παρ’ ου ακούω·

Χαίρε, σοφή Αικατερίνα·
χαίρε, Μαρτύρων μου, μέγα εύχος.
Χαίρε, βασιλείας μου, ρόδον πανεύοσμον·
χαίρε, αϋλία μου, μέτοχος πάνσοφε.
Χαίρε, ότι προεδήλου σε, ασματίζων Σολομών·
χαίρε, νύμφη γενομένη μοι, εκ παστών μαρτυρικών.
Χαίρε, Αικατερίνα, τρόπαια αραμένη·
χαίρε, Παρθενομάρτυς, πάθος μου μιμουμένη.
Χαίρε, κρατήρ, εμής αγαπήσεως·
χαίρε, φορεύ, απάντων χαρίτων μου.
Χαίρε, δι’ ης ήδομαι τη αγάπη· χαίρε, δι’ ης γάνυμαι ψυχής ώρα.
Χαίρε, Κόρη πανάφθορε.

Ζης εν Θεώ τω ζώντι, εις αιώνα αιώνος, εκ πάντων σαββατίζουσα Μάρτυς, υπερεύχου ουν και ημών, ζωής Αικατερίνα συν σοι τεύξασθαι, της θείας και αμείνονος, συμψάλλειν τε τον ύμνον·

Αλληλούϊα.

Ήκω σου προσκυνήσων, την πανσέβαστον μνήμην, εν η προνοία Θεού ετέχθην, γενέθλιον ημέραν τελών, προστάτις μου Κόρη ες αεί φάνηθι, τα δυσχερή του βίου ομαλίζουσα, ίνα σοι κράζω·

Χαίρε, η προστάτις μου θεόθεν·
χαίρε, η τε φύλαξ μου αρχήθεν.
Χαίρε, συντηρούσα με Κτίστου τη χάριτι·
χαίρε, αρχεκάκου με δράκοντος σώζουσα.
Χαίρε, έωθεν του βίου μου, φύλαξ, πρέσβυς ακλινής·
χαίρε, Μάρτυς, προστασία μου, έως πνέω διαρκής.
Χαίρε, Αικατερίνα, παρακλήτορ αρίστη·
χαίρε, κόρη παρθένε, των παρθένων η δόξα.
Χαίρε, εκ βρέφους με προστατεύουσα·
χαίρε, εις τέλος με επιβλέπουσα.
Χαίρε, δι’ ης περισώζομαι κόρη·
χαίρε, δι’ ης την ασφάλειαν έχω.
Χαίρε, Κόρη πανάφθορε.

Θεοπόθητε κόρη, θεοτίμητε όντως, θεόστεπτε Θεός στεφανοίς σε, ως αθλήσασαν θεοπρεπώς, και ως νύμφην εαυτού τιμώσαν σε, εισήγαγε, εις τα θεία βασίλεια, ένθα το θείον ύμνον ψάλλεις·

Αλληλούϊα.

Ίσον ουδέν εν βίω, του Χριστού της αγάπης προέκρινας, διο μακαρία, πάθος παθούσα απαθές, του Νυμφίου σου του απαθούς, τούτον ωμολόγησας σταδίω, και νυν άδουσί σοι πάντες πίστει·

Χαίρε, παθούσα απαθές πάθος·
χαίρε, Χριστόν ποθήσασα μόνον.
Χαίρε, απαθείας βυθέ αθεώρητε·
χαίρε, ευπαθείας ευπαθείαν τρέψασα.
Χαίρε, πάθος, ότι έπαθες, την απάθειαν πλουτούν·
χαίρε, πάθος η ζηλώσασα, του Νυμφίου σου Χριστού.
Χαίρε, του Σταυρωθέντος ερασθείσα του κάλλους·
χαίρε, του Αναστάντος μετασχούσα της δόξης.
Χαίρε, πυρσέ, πυρσεύων απάθειαν·
χαίρε, αγνή, αγνείαν φιλήσασα.
Χαίρε, δαψιλείαν χάριτος σχούσα·
χαίρε, ευμένειαν Κτίστου πλουτούσα.
Χαίρε, Κόρη πανάφθορε.

Κύριον τον Θεόν σου, εφίλησας μακαρία, τον πρώτον σε φιλήσαντα Κόρη, όθεν την αγάπην την αυτού, Κόρη εκδηλούσα εν τω σκάμματι, υπέστης το μαρτύριον γενναίως άδουσα τον ύμνον·

Αλληλούϊα.

Λύσιν ου καθυπέστη, η αγάπη σου Μάρτυς, ην έσχες υπέρ του σου Νυμφίου, τεμνομένων ουν των μελών έχαιρες την ένωσιν αυτού, την εν ουρανώ λογιζομένη, ω συνδοξασθείσα ακούεις·

Χαίρε, σφαγήν η καθυποστάσα·
χαίρε, θυσία Χριστώ αχθείσα.
Χαίρε, υψηλόν υποστάσα μαρτύριον·
χαίρε, την περίβλεπτον πάλην τελέσασα.
Χαίρε, τον ημάς φιλήσαντα, η φιλήσασα θερμώς·
χαίρε, κόρη τον φιλούμενον, ερασθείσα φλογερώς.
Χαίρε, Αικατερίνα, ερασμία τοις πάσι·
χαίρε, τρισμακαρία, ποθητή και Αγγέλοις.
Χαίρε, πνοή, ζωή, αγαπώσι σε·
χαίρε, ελπίς, γλυκεία σε μέλπουσι.
Χαίρε, δι’ ης καθαιρόμεθα φρένας·
χαίρε, δι’ ης κουφιζόμεθα κόρη.
Χαίρε, Κόρη πανάφθορε.

Μέλλοντα ο προβλέπων, και καρδίας γινώσκων, αυτάς τας διαθέσεις σου οίδε, αποστρέφεταί σε ουν σαφώς, εποφθείς σοι βρέφος όπως απιστίας εξαγάγη, βαπτισθείσα δε νυν ψάλλεις ένθους τον ύμνον·

Αλληλούϊα.

Νέον παιδίον βρέφος, όντα προ των αιώνων, εικότως δει λατρεύειν εκβόας, παραιτείσθαι τους δαίμονας δε, οι κακουργούντες, βροτών τα βρέφη ήσθιον, όθεν ως θεολόγον σε, τιμώμεν οι πιστοί τοιώσδε·

Χαίρε, τιμώσα τον βρεφωθέντα·
χαίρε, της δόξης Αυτού τυχούσα.
Χαίρε, οπτασίας της τούτου ως έτυχες·
χαίρε, την θεότητα δ’ αύθις νοήσασα.
Χαίρε, βρέφος τον Φιλάνθρωπον, κατιδούσα αληθώς·
χαίρε, γνώστην ως επέγνωκας, των κρυφίων και Θεόν.
Χαίρε, της Θεοτόκου κατιδούσα την όψιν·
χαίρε, ω ευμενείας! ης τετύχηκας Κόρη.
Χαίρε, Αγνής Παρθένου ακόλουθος·
χαίρε, Μητρός Κυρίου επέραστος.
Χαίρε, Αγνής τον Υιόν νυμφευθείσα·
χαίρε, Αυτού τον Σταυρόν ερασθείσα.
Χαίρε, Κόρη πανάφθορε.

Ξένα ρήματα πάνυ, και παράδοξα όλως, ακούσωμεν ω άνθρωποι δεύτε, ρητορεύει Αικατερίνα η σοφή, σοφίαν ξένην και υπεράνθρωπον, πίπτουσι δε ρήτορες προ ταύτης, και άδεται ύμνος·

Αλληλούϊα.

Όλην κατέσχες όλην, επιστήμην σοφίαν, την άνω και την κάτω θεόφρον, διο φρόνημα αρρενωπόν, αναλαβούσα θεοπρεπές πάνσοφε, ηρίστευσας κατά του αρχεκάκου, διο ακούεις·

Χαίρε, ω εύγε της ευφυΐας·
χαίρε, υπερεύγε ευγλωττίας.
Χαίρε, της ανδρείας, δι’ ήσπερ ηρίστευσας·
χαίρε, ευφραδείας, δι’ ης ερρητόρευσας.
Χαίρε, ότι τα ανέφικτα ρητόρσιν, διατρανοίς·
χαίρε, ότι υπεράνθρωπα τοις εν γη, μυσταγωγείς.
Χαίρε, ανδρισαμένη γυναικεία εν ύλη·
χαίρε, Μεγαλομάρτυς, εποφθείσα τη πάλη.
Χαίρε, πλοκάς δυσλύτους η ρήξασα·
χαίρε, φθογγή, τορώς διηχήσασα.
Χαίρε, σοφών, σοφωτέρα φανείσα·
χαίρε, πρεσβύτας, νικήσασα γνώσει.
Χαίρε, Κόρη πανάφθορε.

Πάσας τας διαθέσεις και την έφεσιν πάσαν, και πάντα τα νοήματα Μάρτυς, ηχμαλώτευσας εις υπακοήν του Χριστού, διο προς το μαρτύριον εκείνο το περίβλεπτον εχώρησας Αικατερίνα, κράζουσα·

Αλληλούϊα.

Ράον καθηρεμούσα, προσχαρής προς το σκάμμα, εισήλθες σοφή Αικατερίνα, μεγαλόφρων φανείσ’ αληθώς Μαξεντίου κολακείαις μη είξασα, διο σου ουρανός και γη κροτούσι νυν τους άθλους ούτω·

Χαίρε, σοφή, παρθένος, και Μάρτυς·
χαίρε, ω καλά τρία πλουτούσα.
Χαίρε, τον Μαξέντιον όλως μη πτήξασα·
χαίρε, προς σφαγήν σου, δημίους προτρέπουσα.
Χαίρε, η τον Πορφυρίωνα, δείξασα χριστιανόν·
χαίρε, αύθις την Αυγούσταν τε, Μάρτυρα του Ιησού.
Χαίρε, μη μαλαχθείσα κολακείαις ουδόλως·
χαίρε, του βασιλέως απειλαίς, μη ενδούσα.
Χαίρε, φρικτούς αγώνας τελέσασα·
χαίρε, πληθύς βασάνων περάνασα.
Χαίρε, διότι κροτεί ουρανός σε·
χαίρε, ως ότι η γη επαινεί σε.
Χαίρε, Κόρη πανάφθορε.

Σώμα παρθενικόν σου, ο Φιλάνθρωπος Πλάστης, ουκ έφερεν τροχούμενον βλέπων, τρέφει σε δια περιστεράς, την αθώαν περιστεράν και άχολον, ούσαν εν ζοφερά ειρκτή και βοώσαν εν αγαλλιάσει·

Αλληλούϊα.

Τάγματα των Αγγέλων, λαβών πάντα ο Κτίστης, στηρίζει σε εγκάθειρκτον ούσα, θάρσει λέγων ω θύγατερ εμή, Μαξέντιον όλως μη πτοηθής σοφή, τη χάριτί μου μέλλεις γαρ, αισχύναι τούτον και ακούση ταύτα·

Χαίρε, το πλήγμα του Μαξεντίου·
χαίρε, η δόξα του Σταυρωθέντος.
Χαίρε, Μαξεντίου χλευάσασα άνοιαν·
χαίρε, του Κυρίου κηρύξασα όνομα.
Χαίρε, ότι τον Μαξέντιον, ση ενστάσει θανατοίς·
χαίρε, ότι τον Φιλάνθρωπον, ρύστην πάντων εκτρανοίς.
Χαίρε, του Μαξεντίου αφαρπάσασα πλείστους·
χαίρε, Χριστού Σωτήρος επαυξήσασα ποίμνην.
Χαίρε, πρηστήρ, ο φλέξας Μαξέντιον·
χαίρε, πηγή, Χριστού τοις διδάγμασι.
Χαίρε, τροχούς παίξασα Μαξεντίου·
χαίρε, τρυφάς έχουσα του Κυρίου.
Χαίρε, Κόρη πανάφθορε.

Ύμνος πρέπει σοι Κόρη, την προς ύμνον Κυρίου, εγείρασαν επάπειρα πλήθη, ορώντα γαρ σου τα υπερφυή θαύματα, εβόων ως όντως μέγας ο των χριστιανών Θεός και ακατάληπτος, άσωμεν ουν αυτώ·

Αλληλούϊα.

Φωτιζόμενοι φρένας, οι λαοί θαυμασίως, ενήγοντο Κυρίου τη πίστει, προς σφαγήν δε ομοθυμαδόν έτρεχον δοξάζοντες Θεόν, εν ενί στόματι αγαλλιώμενοι, τη Μάρτυρι δε επεβόων·

Χαίρε, το φως τοις εν απιστία·
χαίρε, η γνώσις τοις εν αγνοία.
Χαίρε, απιστίας δεσμών ημάς λύσασα·
χαίρε, ασεβείας κρημνών αφαρπάσασα.
Χαίρε, θαυματοποιΐαις σου, ότι ήχθημεν εις φως·
χαίρε, γλώσσης σου τη χάριτι, εφελκύσασα ημάς.
Χαίρε, Αικατερίνα, τριχώς στεφανωθείσα·
χαίρε, ώσπερ παρθένος, ως σοφή, και ως Μάρτυς.
Χαίρε, σφαγής Μαρτύρων τρυφήσασα·
χαίρε, της δόξης τούτων μετέχουσα.
Χαίρε, δι’ ης σου τη κλήσει τρυφώμεν·
χαίρε, δι’ ης εξισχύομεν πάντα.
Χαίρε, Κόρη πανάφθορε.

Χάριν σην εξαιτούμεν, ην Κυρίω ηυχήθης, μικρόν προ της σφαγής μακαρία. Ελπίζοντες και γαρ επί σε επικαλούμεθά σου το θείον όνομα, οι δούλοι σου εκ πίστεως, σώσον ημάς ουν εκβοώντας·

Αλληλούϊα.

Ψάλλουσα εξετέλεις, το μαρτύριον Κόρη, θερμώς επευχομένη τοις πάσι, όθεν νυν συνούσα τω Χριστώ, πρέσβευε και των συνωνυμούντων σοι, τους πόθους πληρωθήναι, ους επίστασαι, ίνα βοώσι·

Χαίρε, αγάπη πλεονεκτούσα·
χαίρε, ημάς υπεραγαπώσα.
Χαίρε, κρείττονος ημάς μοίρας στηρίζουσα·
χαίρε, της ημών βιοτής η εξάρχουσα.
Χαίρε, των συνωνυμούντων σου, προνοούσα κραταιώς·
χαίρε, έχουσα εξαίρετον, την αγάπην εις ημάς.
Χαίρε, χριστομιμήτως προς σφαγής ευχομένη·
χαίρε, σαις ικεσίαις στερεώσασα κόσμου.
Χαίρε, ελπίς αρίστη τοις δούλοις σου·
χαίρε τροφή, πεινώντων εν πνεύματι.
Χαίρε, δι’ ης κραταιούμεθα πίστει·
χαίρε, δι’ ήσπερ ευχαίς σου βιούμεν.
Χαίρε, Κόρη πανάφθορε.

Ω θεόσοφε κόρη, η σοφή και παρθένος, του Χριστού μου η νύμφη και Μάρτυς (γ ), η αγνή και καλή αληθώς, τον ωραίον ποθούσα και ευρούσα δη γλυκείαν όψιν, πρέσβευε ίνα άδωμεν εκβοώντες·

Αλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ . Τη Υπερμάχω.

Οι της αγνείας ερασταί δεύτε συνέλθωμεν, και καθαραίς εν διανοίαις αναμέλψωμεν, της αγνείας στήλην έκλαμπρον την αγίαν και σοφήν, Αικατερίναν ως ποθήσασαν, τον Νυμφίον εκ ψυχής, αγνείας στήριγμα και βοήσωμεν· Χαίροις Κόρη πανάφθορε.

Εγγραφείτε στο Newsletter μας!

Σχετικά άρθρα:
Η Μνηστεία της Αγίας Αικατερίνης
Ο Γέροντας Παΐσιος για την Αγία Αικατερίνη
Παρακλητικός Κανών Αγίας Αικατερίνης της Μεγαλομάρτυρος
Αγία Αικατερίνη η Μεγαλομάρτυς, η Πάνσοφος

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις