Προσευχή | proseuxi.gr

Ευχή Βασκανίας

Ευχή Βασκανίας

Ευχή Βασκανίας

Η Ευχή Βασκανίας διαβάζεται μόνο από ιερέα.

Κύριε ὁ Θεός ἠμῶν, ὁ Βασιλεύς τῶν αἰώνων, ὁ Παντοκράτωρ καί Παντοδύναμος, ὁ ποιῶν πάντα καί μετασκευάζων μόνω τῷ βούλεσθαι, ὁ ἐν τήν ἑπταπλάσιον καμίνον καί τήν φλόγα τήν ἐν Βαβυλώνι εἰς δρόσον μεταβαλων καί τούς ἁγίους σου τρεῖς παίδας σώους διαφύλαξας, ὁ Ἰατρός καί Θεραπευτής τῶν ψυχῶν ἠμῶν, ἡ ἀσφάλεια τῶν εἰς σέ ἐλπιζόντων, σού δεόμεθα καί σέ παρακαλοῦμεν, ἀποστησον, φυγάδευσον καί ἀπέλασον πάσαν διαβολικήν ἐνέργειαν, πάσαν σατανικήν ἕφοδο καί πάσαν ἐπιβουλήν, περιέργειαν τέ πονηρᾶν καί βλάβην καί ὀφθαλμῶν βασκανίαν τῶν κακοποιῶν καί πονηρῶν ἀνθρώπων ἀπό τοῦ δούλου σου ( τοῦδε) καί ἤ ὑπό ὡραιότητος ἤ ἀνδρείας ἤ εὐτυχίας ἤ ζήλου καί φθόνου ἤ βασκανίας συνέβη.

Αὐτός, φιλάνθρωπε Δέσποτα, ἔκτεινον τήν κραταίαν σου χείρα καί τόν βραχίονά σου τόν ἰσχυρόν καί ὕψιστον καί ἐπισκόπων ἐπισκόπησον τό πλάσμα σου τοῦτο, καί καταπεμψον αὐτῶ ἄγγελον κραταιόν, εἰρηνικόν, ψυχῆς καί σώματος φύλακα, ὅς ἐπιτιμήσει καί ἀπελάσει ἀπ’ αὐτοῦ πάσαν βλάβην, πάσαν πονηρᾶν βουλήν, πάσαν φαρμακείαν καί βασκανίαν τῶν φθονερῶν ἀνθρώπων, καί ὑπό σου ὁ σός ἱκέτης φρουρούμενος μετ’ εὐχαριστίας ψάλλει σοί, Κύριος ἐμοί βοηθός καί οὐ φοβηθήσομαι τί ποιήσει μοί ἄνθρωπος, καί πάλιν οὐ φοβηθήσομαι κακά, ὅτι σύ μετ’ ἐμοῦ εἰ ὅτι σύ εἰ ὁ Θεός, κραταίωμά μου, ἰσχυρός, ἐξουσιαστής, ἀρχῶν εἰρήνης, Πατήρ τοῦ μέλλοντος αἰῶνος.

Ναί, Κύριε ὁ Θεός ἠμῶν, φεῖσαι τοῦ πλάσματός σου, καί ρύσαι τόν δοῦλο σου (δείνα) ἀπό πάσης βλάβης, ἀπό πάσης ἐπηρείας καί ἀπό πάσης βασκανίας καί ἀνώτερον αὐτόν καί ἠμᾶς παντός κακοῦ διαφύλαξον, πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου, Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων καί πάντων σου τῶν ἁγίων. Ἀμήν.

Η Ευχή Βασκανίας είναι από το ευχολόγιο της Ορθοδόξου Εκκλησίας.

Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις…

Ενημερωτικο Δελτιο

 

*  

Σχετικά άρθρα με «Ευχή Βασκανίας»:

Ευχή Αγίου Κυπριανού – Διαλύουσα τα Μάγια
Προσευχή για αγάπη στο ζευγάρι
Προσευχή για υγεία
Προσευχή για ξεμάτιασμα
Προσευχή για γλωσσοφαγιά

Προσθέστε Σχόλιο

Διάφορα

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις