Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Παρακλησεις στους Αγιους » Παράκληση Αγίου Εφραίμ του Μεγαλομάρτυρα

Παράκληση Αγίου Εφραίμ του Μεγαλομάρτυρα

Παράκληση Αγίου Εφραίμ του Μεγαλομάρτυρα

Στην Παράκληση Αγίου Εφραίμ του Μεγαλομάρτυρα ψάλλει η αδελφότητα της Ιεράς Μονής Ευαγγελισμού της Θεοτόκου και Αγίου Εφραίμ Όρους Αμώμων Αττικής.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἅγιέ του Θεοῦ Ἐφραίμ πρέσβευε ὑπέρ ἠμῶν
Ἐκ γής ὥσπερ κρίνα ἐαρινά, ἐφάνησαν Πάτερ, τά σά λείψανα τά σεπτά, ὀσμή οὐρανίω, τό δυσῶδες τῶν παθημάτων Ἐφραίμ ἀπελαύνοντα.

Ἅγιέ του Θεοῦ Ἐφραίμ πρέσβευε ὑπέρ ἠμῶν
Ὑψόθεν ὑπάρχων ἐπισκοπῶν, τήν δέ τήν Μονήν σου, τήν τιμώσαν σέ εὐλαβῶς, καί δίδου αὐτή, Ἐφραίμ παμμάκαρ, τῆς εὐλογίας τῆς σῆς χάριν τήν ἄφθονον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Φωτί τῶν ἁγίων σου πρεσβειῶν, παθῶν τήν ὁμίχλην, καί τήν νύκτα τῶν πειρασμῶν, διαλυσον Πάτερ ἐκ τῶν πίστει, προσφευγόντων τοῖς θείοις λειψάνοις σου.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ρυσθῆναι μέ πάσης ἐπιβουλῆς, ἐχθροῦ του ἀσάρκου, τή πρεσβεία σου τή σεπτή, ἐνίσχυσον μέ μόνη Θεοτόκε, ἴνα ὑμνῶ σου τήν δόξαν τήν ἄρρητον.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος

Ἅγιέ του Θεοῦ Ἐφραίμ πρέσβευε ὑπέρ ἠμῶν
Ἀνατείλας ἐσχάτως, ὥσπερ ἀστήρ πάμφωτος, τή ἀποκαλύψει τῶν θείων, Πάτερ λειψάνων σου, θαῦμα λάμψεσι, φωταγωγεῖς τάς καρδίας, τῶν αἰτούντων Ἅγιε, τήν σήν βοήθειαν.

Ἅγιέ του Θεοῦ Ἐφραίμ πρέσβευε ὑπέρ ἠμῶν
Νοσημάτων παντοίων, καί χαλεπῶν θλίψεων, δρόσω τῆς σεπτῆς σου πρεσβείας, σβεννύεις καύσωνα• διο βοῶμεν σοί• σβέσον ἠμῶν τάς ὀδύνας, ἐπομβρία Ἅγιε, τοῦ θείου Πνεύματος.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Οἱ τή θεία σορῶ σου, μετά σπουδῆς, σπεύδοντες, ἴασιν κομίζονται Πάτερ, καί ἀπολύτρωσιν, πάσης κακώσεως• σύ γάρ τοῖς πάσι παρέχεις, οἴα συμπαθέστατος, χάριν καί ἔλεος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοητός ὤφθης θρόνος, καί χρυσαυγές σκήνωμα τοῦ παμβασιλέως τῆς δόξης, καί Παντοκράτορος, Παρθένε ἄχραντε• διο καμέ δεῖξον οἶκον, ἔργοις καθαρότητος, τῆς θείας
χάριτος.
Διασωσον, τούς προσιόντας τή θεία σου προστασία, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, Μεγαλομάρτυς Κυρίου Ἐφραίμ θεοφρον.
Ἐπιβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εγγραφείτε στο Newsletter μας!   

Σχετικά άρθρα:
Άγιος Εφραίμ ο θαυματουργός – Ποίημα
Χαιρετισμοί στον Άγιο Εφραίμ τον Μεγαλομάρτυρα & Θαυματουργό
Άγιος Εφραίμ ο Μεγαλομάρτυρας και θαυματουργός
Θαύμα Αγίου Εφραίμ: Δεν υπάρχει ίχνος ελκοπάθειας
Εύρεσις των τιμίων λειψάνων του Αγίου Εφραίμ

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις