Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών Αγίων Θεοπατόρων Ιωακείμ και Άννα

Παρακλητικός Κανών Αγίων Θεοπατόρων Ιωακείμ και Άννα

Ο Παρακλητικός Κανών Αγίων Θεοπατόρων Ιωακείμ και Άννα

Ο Παρακλητικός Κανών Αγίων Θεοπατόρων Ιωακείμ και Άννα διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής των Αγίων Θεοπατόρων Ιωακείμ και Άννα ή σε κάθε άλλη περίσταση. Οι Άγιοι Θεοπάτορες Ιωακείμ και Άννα εορτάζουν 9 Σεπτεμβρίου.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ἰωακείμ τοῦ θαυμαστοῦ καί τῆς Ἄννης, τῶν παραδόξως τήν Παρθένον τεκόντων, πίστει ἠμεῖς δεόμεθα κραυγάζοντες ρύσασθε Προπάτορες , τοῦ Σωτῆρος ἐκ νόσων, θερμαῖς ὑμῶν δεήσεσι, πειρασμῶν καί κινδύνων, καί ταῖς γαστρι ἐχούσαις γυναιξί, τήν εὐτοκίαν ταχέως δωρήσασθε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἠχός πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Τούς ἀξιωθέντας τεκεῖν ἐν γῆ, τήν ὑψηλοτέραν , ἀσυγκρίτως τῶν Σεραφείμ, Ἰωακείμ καί Ἄνναν τούς ἐνθέους, ἐκδυσωπεῖν ὑπέρ ἠμῶν ἰκετεύσωμεν.
Ὁλοτρόπω νεύσει πρός τόν Θεόν, προσέχοντες ὄντως, οἱ Προπάτορες τοῦ Χριστοῦ, ἐκύησαν φύσεως τοῖς νόμοις, τήν Θεότοκον, ἤν δυσώπειν οὐ παυόμεθα.
Ὑπερτέραν ζῶντες ἤδη ζωήν, ἐν ἀφθάρτω βίω, ἱκετεύσατε τόν Θεόν, Ἰωακείμ καί Ἄννα, παρασχεῖν μοί, τῷ τεθλιμμένω χαράν ὑπερκόσμιον.

Θεοτοκίον.
Σαρκός μου τά πάθη τά χαλεπά, αἴτησαι σόν Τόκον, θανατῶσαι , ὤ Μαριάμ, καί νεκρόν μέ ὄντα ἁμαρτίαις, ἀναζωῶσαι ὡς φύσει φιλάνθρωπος.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.

Στειρεύουσα, Ἔνθεε, τεκεῖν ὡς Κτίστην, ἰκεύτευες, οὕτω καί νῦν, δυστοκίας πάσης , τάς ἐγκύους ἁπάλλαξον.
Ὁ χάριν τήν ἔνθεον, τεκεῖν πλουτήσας Θεοπαίδα, Ἰωακείμ, πρέσβευε Κυρίω, λυτρωθῆναι κινδύνων μέ..
Ὕμνους νῦν προσάξωμεν, πρός τούς Θεοπαίδα τέξαντας, Ἰωακείμ, καί Ἄνναν τήν θείαν, καί πιστῶς μακαρίσωμεν..

Θεοτοκίον.
Σέ πλουτοῦντες στήριγμα, καί προστασία, Πανάχραντε, τῶν πειρασμῶν, καί δεινῶν παντοίων , ἐκλυτρούμεθα τάχιον.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε

Γηθοσύνως γεραίρομεν, καί πιστῶς νυνί ἰκετεύομεν, τοῦ Σωτῆρος τούς Πρπάτορας, ἴνα λυτρωθῶμεν πάσης θλίψεως.
Οἱ Σωτῆρος Προπάτορες, Ἄννα καί Ἰωακείμ οἱ Θεοληπτοι, αὐτῶ δέησιν προσάξατε, πάσης ἠμᾶς ρύσασθαι κακώσεως.
Νεκρωθέντα μέ πταίσμασι, καί δεινοῖς παντοῖοι ἑξαναστήσατε, Θεοπάτορες Πανένδοξοι, καί εἰς ἀφθαρσίαν ὁδηγήσατε.

Θεοτοκίον.
Ἐν δεινοῖς ἁμαρτήμασι, τήν ψυχήν μολύνας ὁ ἄθλιος, πρός τήν σκέπην σου, Θεονυμφε, καταφεύγω λύσιν ἑξαιτούμενος.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ἰθῦνον ἀεί, ξυνωρίς Θεομακάριστε, πρός τά τοῦ Κυρίου προστάγματα, πάντα μου βίον, καί πρός φῶς μέ καθοδήγησον.
Σώφρονι ζωή, ἑλλαμθέντες, Θεοπάτορες, πάντας σωφρονεῖν ἀξιώσατε, καί καθαρότητος πληρώσατε.
Πάντας, Ἀγαθοί, ἀγαθότητος στειρεύοντας, θείω φέγγει ἠμᾶς λάμψατε, ὡς παρθενίας τό ἀγλάϊσμα γεννήσαντες.

Θεοτοκίον.
Ἄσπιλε Θεόν, ἡ τεκοῦσα τήν καρδίαν μου, μολυνθεῖσαν πάθεσι σύ ἁγίασον , ἁγιωτέρα τῶν Ἀγγέλων οὖσα, Πανάγνε.

Ὠδή στ΄. Ἰλάσθητί μου.

Νενεκρωμένον τόν νοῦν, ἐκ τῶν κακῶν μου, Θεοληπτοι, ὑμῶν πρεσβεῖαι θερμαῖς, ἤδη ἀναστήσατε, καί πάσης μέ ρύσασθε, θλίψεως καί νόσου , καί δεινῶν του πολεμήτορος.
Ἀπώθου, ὤ ταπεινή, φορτία δυσβάστακτα, ἁμαρτιῶν καί Χριστοῦ , Προπάτορσι βόησον , ἀεί ἐνισχύειν σέ, τόν φόρτον βαστάζειν , τοῦ Χριστοῦ τόν ἐλαφρότατον.
Γενού μοί καταφυγή , ὤ Ξυνωρίς ὑπερθαύμαστε, τῶν Προπατόρων Χριστοῦ , καί θεία ἀντίληψις, τή πασχούση δούλη σου , ὑπό δυστοκίας , ἤς ἁπάλαξον μέ δέομαι.

Θεοτοκίον.
Νοσοῦντες καί πειρασμοῖς, δεινοῖς ἀεί συνεχόμενοι, Παρθενομῆτορ Ἁγνή, πρός σέ καταφεύγομεν, καί πίστει βοῶμεν ρύσαι τούς σούς δούλους, περιστάσεων καί θλίψεων.
Διασωσον , Ξυνωρίς θεία τῶν Θεοπατόρων , Ἰωακείμ καί Ἄννης ἠμᾶς ἀπό θλίψεων , καί νόσων , ταῖς ὑμῶν ἰκεσίαις.
Ἄχραντε, ἡ διάλογου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει
Εἴτα τό Κοντάκιον Ἦχος β΄.

Ὡς μέγιστοι δύο ἀστέρες ἠνέγκατε, τήν Αὐγήν ὄντως τήν πάμφωτον, τήν τῷ κόσμω τόν μέγαν Ἥλιον ἑξανατείλασαν διό σύν Αὐτή Αὐτόν ἱκετεύσατε, Ἰωακείμ καί Ἄννα Θεοφρονες, σωθῆναι τούς πίστει ὑμᾶς γεραίροντας.

Εἴτα τό Προκείμενον. Ἦχος δ΄.

Ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν , καί οὐ μή ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπί τοῦ θρόνου σου.
Στίχος . Ἀγαλλιάσθαι, δίκαιοι ἐν ΚυρίωΤοῖς εὐθέσι πρέπει αἴνεσις

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (ἡ΄. 16-21).

Εἶπεν ὁ Κύριος• Οὐδείς, λύχνον ἄψας, καλύπτει αὐτόν σκεύει, ἤ ὑποκάτω κλίνης τίθησιν• ἀλλ’ ἐπί λυχνίας ἐπιτίθησιν, ἴνα οἱ εἰσπορευόμενοι βλέπωσι τό φῶς. Οὐ γάρ ἐστι κρυπτόν, ὁ οὐ φανερόν γενήσεται οὐδέ ἀπόκρυφον, ὁ οὐ γνωσθήσεται, καί εἰς φανερόν ἔλθη. Βλέπετε οὔν πώς ἀκούετε ὅς γάρ ἄν ἔχη, δοθήσεται αὐτῶ, καί ὅς ἄν μή ἔχη ,καί ὁ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτού Παρεγένοντο δέ πρός αὐτόν ἡ Μήτηρ καί οἱ ἀδελφοί αὐτοῦ, καί οὐκ ἠδύναντο συντυχεῖν αὐτῶ διά τόν ὄχλον. Καί ἀπηγγέλθη αὐτῶ, λεγόντων ἡ μήτηρ σου καί οἱ ἀδελφοί σου ἐστήκασιν ἔξω, ἰδεῖν σέ θέλοντες. Ὁ δέ ἀποκριθεῖς εἶπε πρός αὐτούς. Μήτηρ μου καί ἀδελφοί σου εἰσίν , οἱ τόν λόγον τοῦ Θεοῦ ἀκούοντες,καί ποιοῦντες αὐτόν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Θεοπατόρων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολή τῶν θλιβομένων

Μεταβολή παντός κινδύνου , ἀπαλλαγῆ παντοίων νόσων ὑπάρχουσα, Δυάς εὐλογημένη, Ἰωακείμ καί Ἄννα, σώσατε πόλιν καί λαόν, ταῖς Ὑμῶν ἐνθέρμοις ἰκεσίαις, πρός τόν ἐκ Παρθένου γεννηθέντα, ἐκ πάσης ἀσθενείας καί θλίψεως.

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων.

Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.

Ἐλέους οἱ τέξαντες τήν βρύσιν, ὤ προπάτορες Χριστοῦ τοῦ Ζωοδότου, ταῖς πρεσβείαις Ὑμῶν, παύσατε ψυχᾶς νόσον, τούς πρός ὑμᾶς προσφεύγοντας, καί τά πάθη τῆς καρδίας.
Λάμψει Παροπάτορες Σωτῆρος, τοῦ Υἱοῦ τῆς Θεοπαιδός Μαρίας, καταυγάσατε νῦν , ψυχᾶς τῶν ἀνυμνούντων , καί τήν ὑμῶν πανήγυριν μετά πόθου ἐκτελούντων.
Ἴδε, Ἰωακείμ θεοφρον, τήν ἀσθένειαν ψυχῆς μου τῆς ἀθλίας, καί ἐχθρῶν τῶν δεινῶν, καί πάσης ἄλλης βλάβης, ρύσαι μέ ταῖς πρεσβείαις Σου , Ἰν’ ἀεί σέ μακαρίζω.

Θεοτοκίον.
Γένος, Παρθένε, ὀρθοδόξων, συνεχόμενον κινδύνοις τέ καί νόσοις, σοί προστρέχει θερμῶς, καί πίστει ἀνακράζει, σῶσον μέ παναμώμητε, παναγίαις σου πρεσβείαις.

Ὠδή ἡ΄. Τόν Βασιλέα

Ἀπεγνωσμένω, ὤ Ξυνωρίς μακαρία ἐκ τοῦ πλήθους παθῶν τῶν ψυχοφθόρων, βίου ἐναρέτου, γενοῦ μοί ὁδηγία.
Ἰλεων, Ἄννα, τόν Σωτήρα, γενέσθαι, ταῖς πασχούσαις ἀεί ἐκδυσώπει, καί τῆς δυστοκίας, αὐτᾶς ἐλευθέρωσαι.
Νοσούντων πάντων, Θεοπάτορες θεῖοι, ἰατρούς Ὑμᾶς ἀναγνωρίζων, πίστει καταφεύγω, ὑμῶν τή προστασία.

Θεοτοκίον.
Ὡς ὀρθοδόξων ἡ ἀντίληψις, Μῆτερ, καί βοήθεια, ἐλπίς τέ καί σκέπη, τόν σύ προσφυγόντα, σκέπασον, ὤ Παρθένε.

Ὠδή θ΄. Κυρίως Θεοτόκον

Παρθένου τῆς Πανάγνου, Γεννήτορες ὄντες, τούς ἐκτελοῦντας τήν μνήμην ὑμῶν, Πανένδοξοι δεινῶν παντοίων , λυτρωθῆναι καθικετεύσατε.
Οἰκτήρατε, Πατέρες, τῆς Ἀειπαρθένου, ὡς συμπαθεῖς ἐμέ τόν ἀκάθαρτον, καί λαμπηδόνων φωτός, τοῦ θείου ἐμπλήσατε.
Θεόν τόν σαρκωθέντα, Ἰωακείμ καί Ἄννα, ὑπέρ ἠμῶν ἰκετεύειν μή παύσητε, τοῦ λυτρωθῆναι κινδύνων , καί νόσων καί θλίψεων.

Θεοτοκίον.
Ὤ Θεοτόκε Κόρη, σῶσον τόν σόν δοῦλον, καί ἐκ κινδύνων καί νόσων ἁπάλλαξον, ταῖς μητρικαίς σου χρωμένη, πρεσβείαις Ἄσπιλε.

Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν• τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Καί τά Μεγαλυνάρια.

Δεῦτε εὐφημίσωμεν οἱ Πιστοί, Ἰωακείμ καί Ἄνναν, τούς Προπάτορας τοῦ Χριστοῦ, τούς ἐξ ἐπαγγελίας καί τῆς φύσεως νόμοις, τεκόντας τήν Παρθένον καί Θεομήτορα.
Σώσατε, Προπάτορες τοῦ Χριστοῦ, τάς ἐγκυμονούσας, καί λυτρώσατε ταῖς εὐχαῖς, ὑμῶν δυστοκίας καί πάσης ἄλλης βλάβης, ὡς παρρησίαν ἔχοντες πρός τόν Κύριον.
Πρεσβεύσατε, Θεοληπτοι, τῷ Χριστῷ, ρυσθῆναι ἐκ νόσων, καί παντοίων ἁμαρτιῶν, τούς πίστει τιμώντας τήν σεπτήν ὑμῶν μνήμην, καί δοῦναι εὐτοκίαν πάσαις ἐπίτευξιν

Καί Θεοτοκίον.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τό Τροπάριον. Ἦχος β΄.

Τῶν δικαίων Θεοπατόρων, Κύριε, τήν μνήμην ἑορτάζοντες, δί’ αὐτῶν σέ δυσωποῦμεν. Σῶσον τάς ψυχᾶς ἠμῶν

Ὁ Ἱερεύς ὡς ἔθος μνημονεύει.
Ἐν τή Ἀπολύσει, προσκυνοῦντες τήν ἁγίαν Εἰκόνα ψάλλομεν τό παρόν
Προσόμοιον. Ἦχος β΄.
Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Δεῦτε φιλοδίκαιοι πιστῶς, δεῦτε οἱ Ὀρθόδοξοι πάντες, συνεορτάσωμεν, τήν σεπτήν πανήγυριν, τῶν Προπατόρων Χριστοῦ, καί συμφώνως ὑμνήσωμεν, αὐτούς ἐκβοῶντες ρύσασθε, Θεοληπτοι, ἠμᾶς ἐκ θλίψεων, νόσων καί πολλῶν ἐγκλημάτων , καί λιταῖς ὑμῶν εὐτοκίαν, πάσαις ταῖς ἐπίτευξι δωρήσασθαι.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Εγγραφείτε στο Newsletter μας!

Σχετικά άρθρα:
Γέννηση της Υπεραγίας Θεοτόκου
Κοίμηση της Αγίας Άννας Μητέρας της Υπεραγίας Θεοτόκου

Προσθέστε Σχόλιο

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X