Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών Προφήτη Ηλία

Παρακλητικός Κανών Προφήτη Ηλία

Ο Παρακλητικός Κανών Προφήτη Ηλία του Θεσβίτου

Ο Παρακλητικός Κανών Προφήτη Ηλία του Θεσβίτου διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Προφήτη Ηλία ή σε κάθε άλλη περίσταση. Ο Προφήτης Ηλίας ο Θεσβίτης εορτάζει 20 Ιουλίου

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄ Τή Θεοτόκω…

Τόν τῶν ἀρρήτων μυστηρίων ἐπόπτην, καί ζηλωτήν Θεοῦ τοῦ ζῶντος προφήτην, ἀνευφημοῦντες κράξωμεν ἐκ βάθους ψυχῆς, Ἠλία μεγαλώνυμε, ταῖς πρεσβείαις σου ρύσαι, ἐκ τῶν ἀναγκῶν ἠμᾶς, καί παντοίων κινδύνων, μή πάσης ἄλλης βλάβης καί φθορᾶς, τούς προσφυγόντας, θεόπτα, τή σκέπη σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστατο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Καί ὁ Κανών τοῦ Κυρίου Ἰωσήφ, φιορθωθεῖς, οὗ ἡ ἀκροστιχίς. Νέμοις μάκας μοί θείαν Ἡλιοῦ χάριν. Ἰωσήφ.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Νενεκρωμένην τήν ψυχήν μου ζώωσον, ὡς τόν τήν χήρας υἱόν, καί ἀρεταῖς θείαις, μάκαρ καταλάμπρυνον, καί πρός ζωήν ὁδήγησον, καί τῆς αἰωνιζούσης, τρυφῆς ἀναδεῖξον μέτοχον, σού κατατρυφᾶν ἐφιέμενον.
Ἐν τῷ σέ τίκτεσθαι ὁ σός μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα, πῦρ γάρ σιτιζόμενο, φλογί τέ σπαργανούμενον, σέ τεθέαται μάκαρ, διό ταῖς σαῖς παρακλήσεσι, ρύσαι μέ πυρός αἰωνίζοντος.
Μεγαλυνθεῖς ταῖς πρός Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς μάκαρ, τῷ Κυρίω πάντοτε, διό μέ ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τό ἔνθεον πράττειν βούλημα, ἴνα σέ γεραίρω σωζόμενος.
Ὁ ὑπερούσιος Θεός, Πανάμωμε, ἔκ σού σεσάρκωται, καί δί’ ἠμᾶς ὤφθη, καθ’ ἠμᾶς ὡς ἄνθρωπος, ὄν ἐκτενῶς ἱκέτευε, ὑπέρ πάντας ἀνθρώπους, ἠμαρτηκότα μέ, Παναγνέ, σῶσαι καί κολάσεως ρύσασθαι.

Ὠδή γ’. Οὐρανίας ἁψίδος…

Ἱερεῖς τῆς αἰσχύνης, ὡς δυσμενεῖς ἔκτεινας, ἔνδοξε προφήτα ζήλω, Θεοῦ πυρπολούμενος, ὅθεν κραυγάζω σοί, τῶν τῆς αἰσχύνης μέ ἔργων, καί διαιωνίζοντος πυρός ἑξάρπασον.
Σέ προβάλλομαι πρέσβυν, πρός τόν Θεόν μέγιστον, σώζειν μέ δυνάμενον, πάσης, μάκαρ, κακώσεως, προσεπικάμφθητι, τή ταπεινή μου δεήσει, καί μή ὑπερίδης μέ παρακαλοῦντα σέ.
Μεγαλύνει Θεός σέ, ὁ παντουργός ἔνδοξε, πάλαι, Ἡλιοῦ, δί’ ὀρνέου, τρέφων προφῆτα σέ, ὄν ἐκδυσώπησον, τῆς αἰωνίου τρυφῆς μέ, καί φωτός τοῦ μέλλοντος ποιῆσαι μέτοχον.
Ἀδιόδευτε πύλη, ἡ πρός Θεόν φέρουσα, πύλας μετανοίας μοί, Κόρη, ἀνοιξον δέομαι, ἀποκαθαίρουσα, ἁμαρτιῶν μου τόν ρύπον, ὄμβροις τοῦ ἐλέους σου, Θεοχαρίτωτε.

Ὠδή δ΄. Σύ μου ἰσχύς, Κύριε…

Κάμπτει τόν σόν, ζῆλον Θεός πυρακτούμενον, καί πρός χήραν, πέμπει διατρέφεσθαι, τόν γυναικός, πάλαι ἀπειλῆ, Ἡλιοῦ, φυγάδα γεγενημένον, θεσπέσιε, διό σέ ἱκετεύω, τήν ψυχήν μου πεινώσαν, διαθρέψαι ἐνθέοις χαρίσμασιν.
Ἁμαρτιῶν, νέφη δεινά συγκαλύπτει μέ, τρικυμίαι, βίου μέ χειμάζουσι, καί ἐπιπνέουσι χαλεπῶς, κατά τῆς ψυχῆς μου, τῆς πονηρίας τά πνεύματα. Προφήτα θεηγόρε, κυβερνήτης γενού μοί, σωτηρίας πρός ὅρμον ἰθύνων μέ.
Ρῶσιν ψυχῆς, ρῶσιν παρασχου μοί σώματος, τόν τάς νόσους, πάντων ἀφαιρούμενον, ἐκδυσωπῶν, μάκαρ Ἡλιοῦ, Κύριόν της δόξης, καί ἀβλαβῶς διατρέχειν μέ, τά σκάνδαλα τοῦ βίου, κατευόδωσον σέ γάρ, ἀγαθόν μου προστάτην προβάλλομαι.
Μετά πασῶν, τῶν οὐρανίων Δυνάμεων, μετά πάντων, Δέσποινα πανάμωμε, τῶν προφητῶν καί τῶν ἀθλητῶν καί τῶν ἀποστόλων, καί τῶν ὁσίων ἱκέτευε, τυχεῖν μέ σωτηρίας, τόν πολλά ἁμαρτώντα, καί ρυσθῆναι μελλούσης κολάσεως.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω…

Ὀμβροτόκους νεφέλας, εἴργεις πυρακτούμενος ζήλω τῆς πίστεως, ἀλλά δέομαί σου, Ἡλιοῦ, ἱεραῖς μεσιτείαις σου, τήν φλογμῶ τακείσαν, τῶν ἡδονῶν ψυχήν μου, θείαις ἐπομβρίαις, ἄρδευσαι καί σῶσαι μέ.
Ἱερεύς δεδειγμένος, τέθυκας ἀθώοις σου χερσί, πανόλβιε, τῶν προσοχθισμάτων, ἱερεῖς ἐνεργοῦντας τά ἄτοπα, ἀλλά δέομαί σου, πάσης ἀτόπου ἁμαρτίας, ἀβλαβῆ μέ, προφήτα, συντήρησον.
Θαυμαστοῦσαι, προφήτα, θείαις ἐπικλήσεσι φλέγων τά θύματα, ἐκτελέσας πίστει, διά τοῦτο ἀπαύστως σου δέομαι, τή ἐμή καρδία, τόν ἱερόν ἀνάψαι πόθον, τά ὑλώδη μου πάθη συμφλέγοντα.
Ἐπί σέ ὥσπερ ὄμβρος, Λόγος καταβέβηκεν ὁ ὑπερούσιος, ὄν δυσώπει, Κόρη, ἐπομβρίσαι μοί νῦν κατανύξεων, καθαρᾶς σταγόνας, ἀποπλυνούσας πάντα ρύπον, τῶν ἀμέτρων κακῶν μου, πανάμωμε.

Ὠδή στ΄. Ἰλάσθητι μοί…

Ἰλάσθητι μοί, Σωτήρ, πολλά σοί ἀφρόνως πταίσαντι, καί τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωπούντα σέ, Ἡλιοῦ τόν μέγαν, καί τήν ἄχραντον Μητέρα σου.
Ἁγνείας ὡς φυτουργός, ἁγνόν ψυχή μέ συντήρησον, ὡς ζηλωτής, Ἡλιοῦ, ζήλου θείου πλήρωσον, τήν ἐμήν διάνοιαν, ὅπως τῆς κακίας, τάς ἑφόδους ἀποκρούσωμαι.
Νηστεύεις βρώσει μία, ὁδόν τεσσαρακονθήμερον, ἀνύων θεία ροπή, διό ἱκετεύω σέ, πάσης παραβάσεως, ἐγκρατεύεσθαι μέ, θεοφόρε, ἐνδυνάμωσον.
Ἡ πύλη ἡ τοῦ Θεοῦ, εἰσόδους θείας ὑπάνοιξον, τή ταπεινή μου ψυχή, ἐν αἶς εἰσελεύσομαι, ἐξομολογούμενος, καί κακῶν τήν λύσιν, Θεοτόκε ἀπολήψομαι.
Κατασβεσον, προφήτα ἔνδοξε Ἡλιοῦ Θεσβίτα, τῶν παθῶν ἠμῶν τούς φλογώδεις ἄνθρακας, ἰσχύϊ σής πρεσβείας, θεοφρον.
Ἐπιβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄.

Προφήτα Θεοῦ Ἡλιοῦ μεγαλώνυμε, τούς ποθῶ σέ ἀεί ἀνυμνοῦντας καί γεραίροντας, κινδύνων τῶν ἐν βίω πολυειδῶν, νόσων παντοδαπῶν, καί πάσης της ἐξ ἐχθρῶν, προερχομένης θλίψεως, ρύσαι ταῖς ἐνθέρμοις πρεσβείαις σου, καί ταῖς θείαις μαρμαρυγαῖς, τάς ψυχᾶς ἠμῶν καταύγασον.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.

Σύ ἱερεύς εἰς τόν αἰώνα κατά τήν τάξιν Μελχισεδέκ.

Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίω μου. Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τούς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (δ΄ 22-30)

Τῷ καιρῶ ἐκείνω ἐθαύμαζον οἱ ὄχλοι ἐπί τοῖς λόγοις τῆς χάριτος, τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Ἰησοῦ, καί ἔλεγον. Οὔχ αὐτός ἐστιν ὁ υἱός Ἰωσήφ; Καί εἶπε πρός αὐτούς, Πάντως ἐρεῖτε μοί τήν παραβολήν ταύτην Ἰατρέ, θεράπευσον σεαυτόν, ὅσα ἠκούσαμεν γενόμενα ἐν τή Καπερναούμ, ποίησον καί ὧδε ἐν τή πατρίδι σου. Εἶπε δέ, Ἀμήν λέγω ὑμίν, ὄτε οὐδείς προφήτης δεκτός ἐστιν ἐν τή πατρίδι αὐτοῦ. Ἐπ’ ἀληθείας δέ λέγω ὑμίν. Πολλαί χῆραι ἤσαν ἐν ταῖς ἡμέραις Ἡλιοῦ ἐν τῷ Ἰσραήλ, ὄτε ἐκλείσθη ὁ οὐρανός ἐπί ἔτη τρία καί μήνας ἐξ, ὡς ἐγένετο λιμός μέγας ἐπί πάσαν τήν γῆν, καί πρός οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμή εἰς Σάρεπτα τῆς Σιδῶνος πρός γυναίκα χήραν.

Καί πολλοί λεπροί ἤσαν ἐπί Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καί οὐδείς αὐτῶν ἐκαθαρίσθη, εἰμή Νεεμᾶν ὁ Σύρος. Καί ἐπλήσθησαν πάντες θυμοῦ ἐν τή συναγωγή, ἀκούοντες ταῦτα. Καί ἀναστάντες ἐξέβαλον αὐτόν ἔξω της πόλεως, καί ἤγαγον αὐτόν ἕως τῆς ὀφρύος τοῦ ὅρους, ἔφ οὗ ἡ πόλις αὐτῶν ὠκοδόμητο, εἰς τό κατακρημνίσαι αὐτόν. Αὐτός δέ, διελθῶν διά μέσου αὐτῶν, ἐπορεύετο.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου προφήτου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάίς της Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλεῆμον, ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…

Προφήτα θεοσοφέ, ὁ τῶν παθῶν αὐτοκράτωρ, ἐπίγειε ἄγγελε, καί βροτέ οὐράνιε, σού δεόμεθα. Ζηλωτά προφθασον, καί ρύσαι σκανδάλων, καί κινδύνων τήν ζωήν ἠμῶν, καί πάσης θλίψεως, ἐχθρῶν ἀνομούντων πρεσβείας σου, καί πάσαν νόσον δίωξον, καί πταισμάτων ἄφεσιν αἴτησαι, Ἡλιοῦ θεόπτα, προστάτα τῶν πιστῶν καί ἰατρέ, καί τῆς τοῦ ἅδου διασωσον, δεινῆς κατακρίσεων.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου. Ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας. Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ. Προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων. Ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου. Τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων. Τῶν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν. Τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόιρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Ἡλιοῦ τοῦ Θεσβίτα, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Θεοῦ συγκατάβασιν…

Λαόν ἀπολλύμενον, κατοικτειρήσας, ζήλω τῆς πίστεως, ἐπικλήσεσι θείοις, πῦρ κατηγάγου φλογίζον, ἔνδοξε, ὅσιον θύμα, διό ἱκετεύω σέ, τῆς αἰωνίου φλογός, ρύσαι καί σῶσον μέ.
Ἰδεῖν κατηξίωσαι, Θαβώρ ἐν ὄρει, Θεοῦ τό πρόσωπον, ὄν δυσώπει, προφήτα, τοῦ παραβλέψαι τάς ἁμαρτίας μου, καί ἐν ἡμέρα τῆς δίκης, θεάσασθαι, ἀκαταγνώστω ψυχή, αὐτοῦ τό πρόσωπον.
Ὁδόν πορευόμενος, τοῦ βίου πλάνας, πολλᾶς ὑφίσταμαι, ἀγαθέ μου προστάτα, κυβέρνησον μέ τή προστασία σου, ἐπιστηρίζων γνώμη, σαλευόμενον, καί πρός σαρκός ἠδονᾶς,Ἡλιοῦ νεύοντα.
Ὑμνῶ σέ Πανύμνητε καί μεγαλύνω Θεοχαρίτωτε, τήν ἁγνήν σου λοχείαν, βοήθησον μοί βίου τοῖς κύμασι, χειμαζομένω, καί δίδου κατάνυξιν, τή ταπεινή μου ψυχή, καθαρτικήν μολυσμῶν.

Ὠδή ἡ΄. Ἑπταπλασίως κάμινον…

Χωρητικόν δοχεῖον σέ, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῆ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καί βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας Ἡλιοῦ, καί αἰσχύνης συγκόπτοντα μαχαίρα, ἱερεῖ, διά τοῦτο βοῶμεν σοῖ, μελλούσης ἠμᾶς αἰσχύνης ρύσαι.
Ἅρμα πυρός σέ ἔλαβεν, ἀπό γής πυρακτούμενον, ζήλω, Ἡλιοῦ, τῷ θεϊκῶ, θεόπνευστε, διό ἱκετεύω σέ, τῶν ἐν τή γῆ ἁπάντων κακῶν, τῶν σῶν ἀρετῶν, ἀπικουφίζειν τόν νοῦν μου, τεθρίππω, καί πρός νύσσαν, οὐρανίαν μέ φθάσει, τόν πάντων ἐκδυσώπει, Θεόν καί Βασιλέα.
Ρήματι ζώντι ἔκλεισας οὐρανόν ὑετίζοντα, ρήματί σου νῦν, πνευματικῶ διανοιξον, τάς πύλας μοί δέομαι, τῆς μετανοίας, ἅγιε, πέμπων τή ψυχή μου κατανύξεως ὄμβρους, καί σῶσον μέ βοώντα, Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰώνας.

Τριαδικόν.

Ἰσοσθενή ὁμότιμον, ὁμοούσιον συνθρόνον, σέβοντες Τριάδα, ἐν μία θεοτητι, Πατέρα δοξάζομεν, Υἱόν καί Πνεῦμα Ἅγιον, ἄδυτον αὐγήν ὁμοβασίλειον κράτος, καί μέλπομεν συμφώνως, Ἱερεῖς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, εἰς πάντας τούς αἰώνας.

Θεοτοκίον.

Νομοθετῶν εὐσέβειαν, καί διδάσκων μετάνοιαν, ὁ Ἐμμανουήλ, ἔκ σού τεχθεῖς ἐπέφανενο νῦν ἐκδυσώπησον, ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης ὑπανοῖξαι μοί πύλας, καί σῶσαι μέ βοώντα, Ἱερεΐς εὐλογεῖτε, λαός ὑπερυψοῦτε, Χριστόν εἰς τούς αἰώνας.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω…

Ἰδεῖν ἐν λεπτοτάτη αὔρα Θεόν, ἰδεῖν δυνατόν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τό σῶμα διαγωγαῖς, καταλεπτύνας, ἔνδοξε, ὅθεν δυσωπῶ σέ σαῖς προσευχαῖς, τό πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον.
Ὡς πάλαι Ἰορδάνην τή μηλωτή, διαρρήξας διέβης, πανόλβιε, οὕτω καμού, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τάς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τή ψυχή, δακρύων καθ’ ἑκάστην, προφήτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντας μοί.
Σκανδάλων τῶν ἐν βίω πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τέ παρεκτροπῆς, ταῖς προσευχαίς σου ρύσαι μέ, ἔνδοξε προφήτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοί, καί τῆς ἐν τή γεένη, αἰωνιζούσης κατακρίσεως.

Ἠρπάγης πρός τό ὕψος, Ἐλισαιέ, δισσουμένην τήν χάριν τοῦ Πνεύματος, καταλιπῶν, ἔνδοξε αἰτήσαντι Ἡλιοῦ, μεθ’ οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν κατά παθῶν, τοῖς σέ ἀνευφημούσι, καί πόθω τήν σήν μνήμην, περιχαρῶς πανηγυρίζουσι.
Φωνᾶς τῶν οἰκετῶν σου ὡς ἀγαθή, μή παρίδης, πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἴτησαι τόν πάντων Δημιουργόν, τοῖς εὐσεβέσιν ἄφεσιν, καί τήν εὐρωστίαν τήν ψυχικήν, δωρήσασθαι Παρθένε, καί θείας βασιλείας, τήν μετουσίαν καί λαμπρότητα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά παρόντα Μεγαλυνάρια.

Δεῦτε τόν πυρίπνουν καί ζηλωτήν, τόν διά τεθρίππου ἁρπαγέντα ἀπό τῆς γής, τῆς Χριστοῦ δευτέρας Πρόδρομον παρουσίας, Ἠλίαν τόν Θεσβίτην ὕμνοις τιμήσωμεν.
Χάριν ἰαμάτων παρά Θεοῦ, εἰληφῶς Ἠλία, θεραπεύεις πάθη δεινά, διό τοῖς ἐν πίστει σέ ἐπικαλουμένοις, θεράπευσον τά πάθη ψυχῆς καί σώματος.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἁγίοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Εἴτα τό Τροπάριον. Ἦχος β΄

Ὁ ἔνσαρκος ἄγγελος, τῶν προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίω τήν χάριν, νόσους ἀποδιώκει καί λεπρούς καθαρίζει διό καί τοῖς τιμῶσιν αὐτόν βρύει ἰάματα.

Εἴτα μνημονεύει ὁ Ἱερεύς.
Ἐν τή ἀπολύσει ψάλλεται τό παρόν
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν…

Δεῦτε Ὀρθοδόξων ἡ πληθύς, μέλος ἐναρμόνιον ὄντως, ψαλμικῶς ἄσωμεν, καί τόν χριστοκήρυκα ἀνευφημήσωμεν, τόν οὐράνιον ἄνθρωπον, Ἠλίαν τόν θεῖον, καί ἀναβοήσωμεν, πρός αὐτόν λέγοντες πάντας τούς πιστῶς σου τελοῦντας, μνήμην τήν ἁγίαν λιταίς σου, ρύσαι ἐκ παντοίων περιστάσεων.

Ἦχος πλ. Δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Σχετικά άρθρα:
Προφήτης Ηλίας – Φωτιά από τον ουρανό!
Ο προφήτης Ηλίας
Προφήτη Ηλία του Θεσβίτου

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Newsletter

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X