Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Παρακλησεις στους Αγιους » Παρακλητικός Κανών Αγίου Ελευθερίου του Ιερομάρτυρα

Παρακλητικός Κανών Αγίου Ελευθερίου του Ιερομάρτυρα

Παρακλητικός Κανών Αγίου Ελευθερίου

Ο Παρακλητικός Κανών Αγίου Ελευθερίου του Ιερομάρτυρα

Ο Παρακλητικός Κανών Αγίου Ελευθερίου του Ιερομάρτυρα διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Ελευθερίου του Ιερομάρτυρα ή σε κάθε άλλη περίσταση. Ο Άγιος Ελευθέριος ο Ιερόμαρτυρας εορτάζει 15 Δεκεμβρίου.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς Ἱεράρχης καί στερρός Ἀθλοφόρος, καί πρεσβευτής ὑπέρ ἠμῶν πρός τόν Κτίστην, Ἱερομάρτυς Πάτερ Ἐλευθέριε, πάσης ἐλευθέρωσον, προσβολῆς ἐναντίας, τούς πιστῶς προστρέχοντας, τή ἁγία σου σκέπη, καί τῶν σωμάτων ἅμα καί ψυχῶν, πάσι χορήγει, ὑγείαν δεόμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν μετανοία κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἔφ ἠμίν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων. Μή ἀποστρέψης σούς δούλους κενούς. Σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού. Σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἐν πάσαις τοῦ βίου ἐπιφοραῖς, θερμόν ἀρωγόν σέ, κεκτημένοι παρά Θεοῦ, πάσης λυτρωθείημεν ἀνάγκης, τή σῆ πρεσβεία σοφέ Ἐλευθέριε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Λιτάνευσον Πάτερ εἰλικρινῶς, τόν πάντων Δεσπότην, ὡς ἄν λύσιν τῶν δυσχερῶν, καί χάριν καί ἔλεος καί ρῶσιν, οἱ προσιόντες σοί εὔρωμεν ἄνωθεν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἐπίκουρος ἔσο καί βοηθός, θερμοτατος ρύστης, καί ὑπέρμαχος ἐν παντί, ἠμίν Ἐλευθέριε παμμάκαρ, τοῖς εὐφημούσι τούς θείους ἀγώνας σου.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ὑδάτων αὔλων ζωοποιῶν, γλυκύρροε κρήνη, Παντευλόγητε Μαριάμ, βλύσον μετανοίας μοί τά ρεῖθρα, τῷ προσιόντι πιστῶς τή σή χάριτι.

Ὠδή γ’. Οὐρανίας ἁψίδας.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Θρασυνόμενον σφόδρα, τόν δυσμενῆ δράκοντα,, κατά τῶν πιστῶν ἱκετῶν σου, καί ὠρυόμενον, οἴαπερ λέοντα, συντριψον Πάτερ ὑψόθεν, τούτου τῆς κακώσεως, ἠμᾶς ρυόμενος.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Εὐσπλαγχνίας τῆς θείας, τούς οἰκτιρμούς, ἔνδοξε, εὐπαρρησιάστοις λιταίς σου, ἠμίν ὑπάνοιξον, ὡς συμπαθέστατος, καί τόν κατώδυνον βίον, ἠμῶν μεταποίησον, τρόποις χρηστότητος.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ρωστική σου πρεσβεία, τά τῶν ψυχῶν ἴασαι, καί τά τῶν σωμάτων παμμάκαρ, ἠμῶν ἀλγήματα, καί τήν ζωήν ἠμῶν, φόβω κυβέρνησον θείω, ὡς ἄν τῷ Παντάνακτι, σεμνῶς λατρεύσωμεν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ἰλαστήριον θεῖον, χρυσοειδές ἔμψυχον, ὤφθης σωματώσασα Κόρη, τόν ἱλασμόν ἠμῶν, Χριστόν τόν Κύριον διό τοῖς σοί προσιούσιν, αἴτησαι τήν ἄφεσιν, ὧν ἐξημάρτομεν.

Διασωσον, ὤ Ἐλευθέριε θεῖε Ἱερομάρτυς, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τούς τή σεπτή σου προστρέχοντας προστασία.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.

Πρεσβεύειν ἀεί, Χριστῷ τῷ Πανοικτίρμονι, ὡς Μάρτυς αὐτοῦ, καί λειτουργός εὐπρόσδεκτος, μή παύση Ἐλευθέριε, ἴνα πάσης ρυσθείημεν θλίψεως, καί εἰρηναίαν ἀνύωμεν ζωήν, οἱ μέγαν προστάτην σέ πλουτήσαντες.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἐπωδύνων συμπτώσεων, καί ἀνιαρῶν σκανδάλων καί θλίψεων, Ἐλευθέριε μακάριε, τούς σοί ἀφορώντας ἐλευθέρωσον.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ρῶσιν θείαν πρυτάνευσον, τοῖς ἐν ἀσθενείαις δειναῖς στενάζουσιν, εὐπραγίαν δέ καί ἄνεσιν, τοῖς ἐν λυπηροῖς τοῦ βίου κάμνουσιν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ὑπέρτερους ἀναδεῖξον, ἐν τοῖς πειρασμοῖς ἠμᾶς Ἐλευθέριε, ὡς ἄν λύσιν κομισώμεθα, παρά τοῦ Χριστοῦ ὧν ἐσφαλόμεθα.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Οὐρανόθεν ἐπιβλεψον, ἴδε συνηγμένους πρό τῆς Εἰκόνος σου, ἠμᾶς ἤδη Ἐλευθέριε, καί παρασχου πάσι τά αἰτήματα.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ὑψηλόν ἐνδιαίτημα, τοῦ Ὑψίστου Λόγου καί Παντοκράτορος, τόν πεσόντα νοῦν μου ὕψωσον, πρός ὑψώσεις Κόρη βίου κρείττονος.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἤρεμον ἠμῶν, τήν ζωήν καί ἀστασίαστον, διατήρει Ἐλευθέριε σοφέ, ἐν εἰρήνη καί ἀγάπη καί σεμνότητι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Μάστιγι τῶν σῶν, θεοδέκτων παρακλήσεων, τά κυκλώσαντα ἠμᾶς πλεῖστα δεινά, διασκέδασον ἐν τάχει Ἐλευθέριε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Αὔγασον ἠμίν, σελασφόροις ἰκεσίαις σου, εὐφροσύνην καί χαράν τήν ἀληθῆ, καί τήν λύπην τῶν ψυχῶν ἠμῶν διαλυσον.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Σθένωσον Ἁγνή, τήν ψυχήν μου ἀσθενήσασαν ταῖς ποικίλαις προσβολαῖς τοῦ δυσμενοῦς, ἴνα τούτου κατισχύσω ὁ προστρέχων σοί.

Ὠδή στ’. Τήν δέησιν.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Κατεύνασον, πειρασμῶν τά κύματα, τά χειμάζοντα ἠμᾶς ὀλέθριος, καί πρός τόν εὔδιον ὄντως λιμένα, τῶν τοῦ Θεοῦ θελημάτων κυβέρνησον, Ἱερομάρτυς Ἀθλητά, τούς τήν σήν ἐκζητούντας ἀντίληψιν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἰάσεων, εἰληφῶς τό δώρημα, ὡς λαμπρός Ἱερομάρτυς Κυρίου, τά τῶν ψυχῶν ἠμῶν ἴασαι πάθη καί τῶν σωμάτων τούς πόνους μετάβαλε, εἰς εὐρωστίαν ἀληθῆ, μυστική ἐπισκέψει σου ἔνδοξε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Νοσούσι μέν, ἰατήρ πανάριστος, τοῖς δέ πάσχουσι θερμός παρακλήτωρ, καί λυπουμένοις τερπνή θυμηδία, καί τεθλιμμένοις σεπτόν παραμύθιον, ὤ Ἐλευθέριε γενού, ὡς Χριστοῦ μιμητής γνησιώτατος.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Δοχεῖον μέ, θεϊκῶν ἐλλάμψεων, θεοκόσμητε ναέ τοῦ Σωτῆρος, Εὐλογημένε Παρθένε Μαρία, δί’ ἐμμελείας ἠθῶν τελειότητος, καί ἀρετῶν θεουργικῶν τόν πιστῶς σέ ὑμνοῦντα ἀναδεῖξον

Διασωσον ὤ Ἐλευθέριε θεῖε Ἱερομάρτυς, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τούς τή σεπτή σου προστρέχοντας προστασία.
Ἄχραντε, ἡ διά λόγου τόν λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Ἱεράρχα τοῦ Σωτῆρος ἐνθεώτατε, καί γενναῖε Ἀθλητά καί Μάρτυς ἀήττητε, μή παρίδης σῶν ἱκετῶν ἰκέσιον ὠδήν, ἀλλά προσδεξαι ὡς εὐμενής, τάς ἐν αἰτήσει προσφορᾶς, τῶν θερμῶς ἐκβοώντων σοί. Φύλαττε πάσης βλάβης, καί πάσης ἐχθρῶν μανίας, τούς αἰτουμένους σέ πιστῶς, Ἐλευθέριε πανεύφημε.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον (β’. 23 – 28 καί γ’. 1 – 2)

Τῷ καιρῶ ἐκείνω ἐπορεύετο ὁ Ἰησοῦς τοῖς Σάββασι διά τῶν σπορίμων, καί ἤρξαντο οἱ Μαθηταί αὐτοῦ ὁδόν ποιεῖν, τίλλοντες τούς στάχυας. Καί οἱ Φαρισαῖοι ἔλεγον αὐτῶ: Ἴδε, τί ποιούσιν ἐν τοῖς Σάββασιν, ὁ οὐκ ἔξεστι; Καί αὐτός ἔλεγεν αὐτοΐς: Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαβίδ, ὄτε χρείαν ἔσχε, καί ἐπείνασαν αὐτός καί οἱ μετ’ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τόν οἶκον τοῦ Θεοῦ, ἐπί Ἀβιάθαρ τοῦ Ἀρχιερέως, καί τούς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὖς οὐκ ἔξεστι φαγεῖν, εἰμή τοῖς Ἱερεύσι, καί ἔδωκε καί τοῖς σύν αὐτῶ οὔσι;

Καί ἔλεγεν αὐτοῖς: Τό Σάββατον διά τόν ἄνθρωπον ἐγένετο, οὔχ ὁ ἄνθρωπος διά τό Σάββατον ὥστε κύριος ἔστιν ὁ Υἱός τοῦ ἀνθρώπου καί τοῦ Σαββάτου. Καί εἰσῆλθε πάλιν εἰς τήν συναγωγήν. Καί ἤν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τήν χείρα. Καί παρετήρουν αὐτόν, εἰ τοῖς Σάββασι θεραπεύσει αὐτόν, ἴνα κατηγορήσωσιν αὐτοῦ. Καί λέγει τῷ ἀνθρώπω, τῷ ἐξηραμμένην ἔχοντι τήν χείρα: Ἔγειραι εἰς τό μέσον. Καί λέγει αὐτοῖς: Ἔξεστι τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἤ κακοποιῆσαι; ψυχήν σῶσαι, ἤ ἀποκτεῖναι; Οἱ δέ ἐσιώπων. Καί περιβλεψάμενος αὐτούς μετ’ ὀργῆς, συλλυπούμενος ἐπί τή πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπω. Ἔκτεινον τήν χείρα σου. Καί ἐξέτεινε καί ἀποκατεστάθη ἡ χείρ αὐτοῦ ὑγιής, ὡς ἡ ἄλλη.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος Πλ. β΄. Ὅλην ἀποθεμένοι.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Πάσαις κλονιζόμενοι, ἐπιβουλαῖς τοῦ Βελίαρ, καί περιστατούμενοι, ταῖς εὐρούσαις θλίψεσιν ἠμᾶς Ἅγιε, τή σεπτή σκέπη σου, πίστει ἀδιστάκτω, καταφεύγομεν κραυγάζοντες: Προφθασον ἔνδοξε, καί τῶν θλιβερῶν περιστάσεων, ἁπάλλαξον δεόμεθα, τήν πολυπαθῆ ἠμῶν ὕπαρξιν, καί τόν πάντων Κτίστην, δυσώπει Ἐλευθέριε σοφέ, ἴνα τό πλούσιον ἔλεος, πέμψη ταῖς ψυχαῖς ἠμῶν.

Οὐδείς προστρέχων ἐπί σοῖ, κατησχυμμένος ἀπό σου ἐκπορεύεται, ἁγνή Παρθένε Θεοτόκε. Ἀλλ’ αἰτεῖται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.
Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ……. (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ὑπό πλήθους πταισμάτων, συνεσχέθημεν πλήθει βιοτικῶν συμφορῶν, ἀλλ’ ὤ Ἱερομάρτυς, ἡ σή ἐπιστασία, προφθασάτω τούς δούλους σου, καί λυτρωσάσθω ἠμᾶς, τῶν νῦν παρενοχλούντων.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Νεμομένη ἀθλίως, τήν ζωήν ἠμῶν πάσαν ἡ τῆς κακίας φορᾶ, εἰς βάθη ἀθυμίας, ἠμῶν τάς διανοίας, μεθιστᾶ βιαιότατα, σύ οὔν ἠμᾶς ἐξελοῦ, τοιαύτης τυραννίδος.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ὡς λαμπρός ὑποφήτης, τῆς ἐν Πνεύματι θείω ἐλευθερίας ψυχῶν, παθῶν τῶν ἀκαθέκτων, καί πόνων ἀνηκέστων, ἐλευθέρωσον ἅπαντας Ἱερομάρτυς Χριστοῦ, τούς σέ παρακαλοῦντας.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Νάμα θεῖον μοί βλύσον, χαριτόβρυτε κρήνη θεουργικῶν δωρεῶν, δροσίζον τήν ψυχήν μου, τήν καταφλεγομένην, τῆς κακίας τοῖς ἀνθραξιν, ἴνα ὑμνῶ σέ ἀεί, Ὑπερδεδοξασμένη.

Ὠδή ἡ’. Τόν Βασιλέα.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Γνώμη εὐθεῖς, ἐν ἀληθεῖ μετανοία, πολιτεύευσθαι ἰκάνωσον παμμάκαρ, ὡς Ἱερομάρτυς, τούς σέ ὑμνολογοῦντας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἐλευθερίαν, τῆς ἐν ἠμίν ἁμαρτίας, καί ἁπάλλαξιν πάσης κακοπραγίας, πρέσβευε δοθῆναι, τοῖς σέ ὑμνολογούσι.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ρύσαι μέ γλώσσης, δολιοτρόπων ἀνθρώπων, καί στενώσεων παντοδαπῶν ἐν βίω, ἴνα σέ γεραίρω, σοφέ Ἱερομάρτυς.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ἀγγέλων δόξα, ὤ Ὑπερένδοξε Κόρη, ἀδοξίας μέ παθῶν τῶν ἀκαθάρτων, κάθαρον τοῖς ρείθροις, τῆς σῆς ἀγαθωσύνης.

Ὠδή θ’. Κυρίως Θεοτόκον.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σωμάτων ἀρρώστιας, καί ψυχῶν τά βάρη, τή δεδομένη σοί χάριτι σκέδασον, τῶν τήν σήν κλῆσιν φωνούντων ὤ Ἐλευθέριε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἰλέωσαι παμμάκαρ, τοῖς σοί προσιούσι, τόν ἀγαθόν καί φιλάνθρωπον Κύριον, ὡς ἄν τῆς τοῦτον χρηστότητος ἀπολαύσωμεν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Μή παύση ἐποπτεύων, καί φρουρῶν καί σκέπων, καί τῶν ἐν βίω δεινῶν ἑξαιρούμενος, τούς σέ θερμόν ἀντιλήπτορα εὐμοιρήσαντας.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ὀρμαῖς ἀκατασχέτοις, πρός τήν ἁμαρτίαν, κατολισθήσας Θεοῦ ἀπεμάκρυνα, ἀλλά σύ μέ πανεύφημε ἐπαναγαγε.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ὑπερφωτε λυχνία, τοῦ ἀδύτου φέγγους, τήν σκοτισθεῖσαν ψυχήν μου καταύγασον, ὅπως φωτί τοῦ Κυρίου Κόρη πορεύσωμαι.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Ἱερεύς θυμιά ἐνῶ ψάλλονται τά παρόντα Μεγαλυνάρια

Τῆς ἐλευθερίας τῆς ἐν Χριστῷ, τοῖς δεδουλωμένοις, χρηματίσας μυσταγωγός, κληρονόμος ὤφθης, Σιῶν τῆς ἐλευθέρας, ἀθλήσας Ἐλευθέριε ὡς ἀσώματος.
Πνεύματος ἁγίου ἀπό παιδός, πλήρης χρηματίσας, Ἐλευθέριε ἱερέ, τῆς ἐλευθερίας, τῆς ἐν Χριστῷ ἐκφάντωρ, τοῖς δουλωθείσιν ὤφθης, φθόνω τοῦ ὄφεως.
Ἄνθος τῆς Ἀνθίας τῆς εὐκλεοῦς, πανεύοσμον ὤφθης, γεωργία ἠθῶν σεμνῶν, καί τοῦ Ἀνικήτου, τοῦ ἱεροῦ φυτεία, καρποφορήσας Πάτερ, τά ὑπέρ ἔννοιαν.
Χαίροις Ἐκκλησίας βάσις στερρά, καί παθῶν Κυρίου, ἀφομοίωμα καί εἰκών, χαίροις ὁ βραβεύων, δεινῶν ἐλευθερίαν, τοῖς σέ παρακαλούσιν ὤ Ἐλευθέριε.

Ἄμωμον θυσίαν καί μυστικήν, θύων τῷ Σωτήρι, ὥσπερ θεῖος ἱερουργός, Αὐτῶ προσηνέχθης, καθάπερ ἱερεῖον, νομίμως ἐναθλήσας, ὤ Ἐλευθέριε.
Ἤνεγκας βασάνους τάς χαλεπᾶς, ἐν τή σή ἀθλήσει, δί’ ἀγάπην τοῦ Ἰησοῦ, ὅθεν τάς ὀδύνας, ἠμῶν ἀεί κουφίζεις, τή σῆ ἐπιστασία ὡς ἱερώτατος.
Φύλαττε ἀτρώτους ταῖς σαῖς εὐχαῖς, ἐκ παντός σκανδάλου, καί ἁπάσης ἐπιβουλῆς, τοῦ δεινοῦ Βελίαρ, καί νόσων καί κινδύνων, τούς σέ ὑμνολογοῦντας ὤ Ἐλευθέριε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Καί τό Ἀπολυτίκιον τοῦ Ἁγίου. Ἦχος Πλ. Α’.

Ἱερέων ποδήρει κατακοσμούμενος, καί αἱμάτων τοῖς ρείθροις ἐπισταζόμενος, τῷ Δεσπότη σου Χριστῷ Μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ σατᾶν. Διό μή παύση πρεσβεύων, ὑπέρ τῶν πίστει τιμώντων τήν μακαρίαν σου Ἄθλησιν.

Ὁ ἱερεύς: Ἐλέησον ἠμᾶς ὁ Θεός …

Ἐν τή ἀπολύσει τό παρόν. Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Πάσης ἐπηρείας καί ὀργῆς, βλάβης καί παντοίας ἀνάγκης, καί περιστάσεως, πάντας ἐλευθέρωσον, Ἱερομάρτυς Χριστοῦ, Ἐλευθέριε ἔνδοξε, τούς ἑξαιτουμένους, τήν θερμήν ἀντίληψιν, τῆς προστασίας σου σύ γάρ βοηθός Ὀρθοδόξοις, καί τοῖς κινδυνεύουσι ρύστης, πρός Θεοῦ ἐδόθης Ἱερώτατε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δίστιχον:
Παθῶν παντοίων ἐλεύθερον μέ δεῖξον Γεράσιμον παμμάκαρ σοί προσιόντα.

Εγγραφείτε στο Newsletter μας!

Προσθέστε Σχόλιο