Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών Αγίου Κυπριανού και Αγίας Ιουστίνης

Παρακλητικός Κανών Αγίου Κυπριανού και Αγίας Ιουστίνης

Ο Παρακλητικός Κανών Αγίου Κυπριανού και Αγίας Ιουστίνης

Ο Παρακλητικός Κανών Αγίου Κυπριανού και Αγίας Ιουστίνης διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Κυπριανού και Αγίας Ιουστίνης ή σε κάθε άλλη περίσταση. Ο Άγιος Κυπριανός και Αγίας Ιουστίνη εορτάζουν 2 Οκτωβρίου.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς Ἱεράρχης καί στερρός Ἀθλοφόρος, Κυπριανέ Ἱερομάρτυς Κυρίου, καί Ἰουστίνα Μάρτυς καλλιπάρθενε, πάσης ἠμᾶς ρύσασθε, συμφορᾶς καί ἀνάγκης, καί ἐξ ἐπιθέσεων, τοῦ δολίου Βελίαρ, καί βοηθεῖτε πάσι συμπαθῶς, τοῖς τρυχομένοις, κακία τοῦ ὄφεως.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος γ΄. Θείας πίστεως.
Θείου πνεύματος, τή χορηγία, φῶς προσέλαβες, θεογνωσίας, Κυπριανέ καταισχύνας τόν δράκοντα. καί μαρτυρίου τόν δρόμον διήνυσας, σύν Ἰουστίνη ὁμού τή θεοφρονι. μεθ’ ἤς πρέσβευε, Τριάδι τή πανοικτίρμονι, δωρήσασθαι τό μέγα ἔλεος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Θεοτόκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Οὐ σιωπήσωμεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἔκ σού. σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου•ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Καί εὐθύς ψάλλομεν τόν Κανόνα, οὗ ἡ ἀκροστιχίς.
Ὠδή ἅ΄ Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Δυάς τῶν Ἁγίων πανευκλεής, Τριάδα τήν θείαν, δυσωπήσατε ἐκτενῶς, ὤ Κυπριανέ σύν Ἰουστίνη, ἐκλυτρωθῆναι ἠμᾶς πάσης θλίψεως.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ὑψόθεν βραβεύσατε ἐκ Θεοῦ, τοῖς περισχεθείσι, τή κακία τοῦ δυσμενοῦς, ὤ Κυπριανέ σύν Ἰουστίνη, ἀπαλλαγήν καί ταχείαν ἐκλύτρωσαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀθλήσει δοξάσαντες τόν Χριστόν, παθῶν ἀδοξίας, καί κηλίδων τῶν τῆς ψυχῆς, ὤ Κυπριανέ σύν Ἰουστίνη, τούς προσιόντας ὑμίν ἐκκαθάρατε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σαρκός ὁμοιώματι ὑπέρ νοῦν, τεκοῦσα Παρθένε, τόν Σωτήρα καί Ποιητήν, αὐτόν ἐκδυσώπει Θεοτόκε, πάντας σωθῆναι τους σέ μεγαλύνοντας.

Ὠδή γ΄. Οὐρανίας Ἁψίδος.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Σωτηρίας λιμένα, τόν σόν ναόν ἔχοντες πάσης τρικυμίας καί ζάλης, βίου ρυόμεθα, Κυπριανέ ἱερέ, τούτω προστρέχοντες πίστει, καί τήν σήν ἀντίληψιν, ἐπικαλούμενοι.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ὡς λαβόντες τήν χάριν, παρά Θεοῦ Ἅγιοι, λύειν μηχανᾶς τοῦ Βελίαρ, ὑμῶν δεήσεσι, Κυπριανέ ἱερέ, καί Ἰουστίνα θεοφρον, ἐκ τῆς τούτου ρύσασθε, ἠμᾶς κακώσεως.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ζηλωτᾶς καλῶν ἔργων, βίω σεμνῶ δείξατε, τούς εἰλικρινῶς προσιόντας, ἠμῶν τή χάριτι, Κυπριανέ ἱερέ, καί Ἰουστίνα θεοφρον, ἱλασμόν αἰτούμενοι, ἠμίν καί ἔλεος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ περιδοξος θρόνος, τό τοῦ Θεοῦ σκήνωμα, Κεχαριτωμένη Παρθένε, σκεῦος μέ ἔργασαι, δί’ ἐναρέτου ζωῆς, τῆς θεϊκῆς χορηγίας, τόν θερμῶς προστρέχοντα, ὑπό τήν σκέπην σου.

Διασωσον Κυπριανέ θεοφάντορ σύν Ἰουστίνη, πάσης βλάβης καί ἐπηρείας τοῦ ὄφεως, τούς καταφεύγοντας πόθω ὑμῶν τή σκέπη.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις παρά τοῦ ἱερέως καί τό Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Πρεσβείαις ὑμῶν, ἀπαύστως τειχιζόμενοι, ἐχθροῦ πονηροῦ, τάς μηχανᾶς ἐκτρέπομεν, Κυπριανέ μακάριε, Ἰουστίνα τέ νύμφη τοῦ Κτίσαντος καί διά τοῦτο τήν χάριν ὑμῶν, εὐσήμω ἐν στόματι κηρύττομεν.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἱλασμόν τέ καί ἴασιν, καί μαγγανειῶν παντοίων ἐκλύτρωσιν, ἑξαιτήσασθε μακάριοι, τοῖς ὑπό τήν σκέπην ὑμῶν σπεύδουσι.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Συντριβέντες ταῖς θλίψεσι, καί ταῖς ἐπηρείαις τοῦ πολεμήτορος, τή πρεσβεία ὑμῶν σπεύδομεν, ὡς ἄν συνοχῆς πικρᾶς ρυσθείημεν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἡ Μονή ὑμῶν Ἅγιοι, ὤφθη ἰατρεῖον πάσης κακώσεως. Τούς ἐν ταύτη γάρ προστρέχοντας, συμφορῶν καί πόνων ἁπαλάσσετε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μαριάμ ὑπεράμωμε, τήν μεμολυσμένην ψυχήν μου πάθεσιν, ἀποκάθαρον σή χάριτι, καί φωτός τοῦ θείου μέ ἀξίωσον.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἄνωθεν ἠμᾶς, ἐποπτεύοντες μή παύσησθε, Ἰουστίνα καί σοφέ Κυπριανέ, τούς τή σκέπη ὑμῶν πίστει καταφεύγοντας.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Συντριψον ὀφρύν, τοῦ δολίου πολεμήτορος, τοῦ ζητοῦντος τήν ἀπώλειαν ἠμῶν, ὤ δυάς κλεινῶν Ἁγίων θεοδόξαστε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταύτην τήν Μονήν, ἀεί σκέπετε δεόμεθα, Ἰουστίνα καί σοφέ Κυπριανέ, καυχωμένην τή πλουσία ἠμῶν χάριτι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὤφθης τοῦ Θεοῦ, ναός θεῖος καί ὑπερφωτός, Θεοτόκε σωματώσασα αὐτόν. διό λύσον τῶν παθῶν μου τήν σκοτόμαιναν.

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ναμάτων, τῶν μυστικῶν πεπλησμένοι, ὡς δοξάσαντες Χριστόν ἐν ἀθλήσει, Κυπριανέ καί σεμνή Ἰουστίνα, τούς τῶν παθῶν ἠμῶν ἄνθρακας σβέσατε, καί ἀναβλύσατε ἠμίν, παρακλήσεως ὕδωρ σωτήριον.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ἀφράστως, τῷ εὐσεβεῖ ὀραθέντες, ἐκδηλώσατε αὐτῶ παραδόξως, Κυπριανέ καί σεμνή Ἰουστίνα, τήν εὐδοκίαν Θεοῦ τήν σωτήριον, περί τῆς μάνδρας τῆς ὑμῶν, ἤν φρουρεῖτε ὑμῶν παρακλήσεσι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Γαλήνην, καί ψυχικήν σωτηρίαν, καί σωμάτων ταχινήν θεραπείαν, Κυπριανέ καί σεμνή Ἰουστίνα, καί μαγειῶν χαλεπῶν ἀπολύτρωσιν, αἰτήσασθε τοῖς εὐλαβῶς, τή πρεσβεία ὑμῶν καταφεύγουσι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰλύος, φθοροποιῶν παθημάτων, οἰκτιρμῶν σου Θεοτόκε τοῖς ρείθροις, τήν ρυπωθείσαν μου πλῦνον καρδίαν, καί καθαρόν μέ παραστησον δέομαι, ἐν ὥρα δίκης τῆς φρικτῆς, τοῦ Υἱοῦ σου τῷ βήματι Ἄχραντε.

Διασωσον Κυπριανέ θεοφάντορ σύν Ἰουστίνη, πάσης βλάβης καί ἐπηρείας τοῦ ὄφεως, τούς καταφεύγοντας πόθω ὑμῶν τή σκέπη.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ ἱερεύς μνημονεύει ὡς δεδήλωται, καί μετά τήν ἐκφώνησιν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς βοηθοί καί θερμοί ἀντιλήπτορες, τῶν προσιόντων ὑμίν μετά πίστεως, παθῶν ἀκαθάρτων λυτρώσασθε, Κυπριανέ Ἰουστίνα τέ ἔνδοξοι, ἠμᾶς τή τοῦ Πνεύματος χάριτι.

Εἴτα τό ἅ΄ ἐκ τῶν τριῶν ἀντιφώνων τῶν Ἀναβαθμῶν τοῦ δ΄ Ἤχου.

Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη. Ἀλλ’ αὐτός ἀντιλαβού καί σῶσον Σωτήρ μου (δίς).
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου. Ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι (δίς).

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγίω Πνεύματι πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται, τή Τριάδι μονάδι, ἱεροκρυφίως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα, ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Καί εὐθύς τό προκείμενον.

Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ (δίς).
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. (Ἰ΄ 5-8).

Τῷ καιρῶ ἐκείνω, προσκαλεσάμενος ὁ Ἰησοῦς τούς δώδεκα Μαθητᾶς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων: εἰς ὁδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε. πορεύεσθε δεμάλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε. δωρεάν ἐλάβετε, δωρεάν δῶτε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῶν Σῶν Μαρτύρων, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὄμβροις θείου Πνεύματος, Κυπριανέ Ἱεράρχα, Ἰουστίνα πανσεμνέ, τάς ψυχᾶς δροσίσατε ἠμῶν ἄνωθεν, καί παθῶν παύσατε, τήν ἄσπετον φλόγα, τήν πικρῶς ἠμᾶς ἐκτήκουσαν, καί ἅπαν τέχνασμα, καθ’ ἠμῶν δολίως κινούμενον, μαγγανειῶν συντρίψατε, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσιν, εἰρήνην βαθείαν, αἰτούμενοι ἠμίν παρά Χριστοῦ, ὡς ἠμῶν πρέσβεις πρός Κύριον, καί πταισμάτων ἄφεσιν.

Ὁ ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῶν Ἁγίων Κυπριανού καί Ιουστίνης, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ὡς ἐρρύσω τό πάλαι, τήν γυναίκα παμμάκαρ ἐκ πικρᾶς μάστιγος, οὕτως ἐκ πάσης βλάβης, καί χαλεπῆς μαγείας, ἀνωτέρους διάσωζε, Κυπριανέ ἱερέ, τούς σέ ὑμνολογοῦντας.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Νοσημάτων παντοίων, καί κινδύνων ἐν βίω καί περιστάσεων, σκανδάλων ὀλεθρίων, μαγγανειῶν καί πόνων, ἀσινεῖς διασώσατε, Κυπριανέ ἱερέ, ἠμᾶς σύν Ἰουστίνη.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Γεωργεῖν θεῖον φόβον, καί κατάνυξιν θείαν καί βίον κρείττονα, ἠμᾶς τούς ἐνοικούντας, ὑμῶν τή θεία Μάνδρα, ἐνισχύσατε Ἅγιοι, Κυπριανέ ἱερέ, καί Μάρτυς Ἰουστίνα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἐξ ἀχράντου γαστρός σου, ὁ Ὑπερθεός Λόγος σάρκα προσείληφε, καί ἔσωτε τόν κόσμον, τῆς πάλαι ἁμαρτίας, Θεοτόκε δί’ ἔλεος. ὅθεν σωθῆναι καμέ, αὐτόν ἀεί δυσώπει.

Ὠδή ἡ΄. Τόν Βασιλέα.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Ρυσθεῖς ὁ νέος, τῆς τοῦ ἐχθροῦ μαγγανείας, ὡς προσέφυγεν ὑμῶν τή προστασία, πιστῶς τήν θείαν χάριν, ὑμῶν ἀνακηρύττει.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Αἶνον προσάδει, ὡς δί’ ὑμῶν ἰαθεῖσα, ὑμίν Ἅγιοι γυνή ἄλλη ἐν πίστει. πάσι γάρ δωρεῖσθε, ἰάματα ποικίλα.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα τόν Κύριον.
Σωματικῶν μέ καί ψυχικῶν νοσημάτων, θεραπεύσατε ὑμῶν τή ἀντιλήψει, Κυπριανέ Πάτερ, ὁμού σύν Ἰουστίνη.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχύν μοί δίδου, καταπατεῖν Θεοτόκε, τοῦ ἀλάστορος τήν κατ’ ἐμοῦ μανίαν, ἴνα σέ δοξάζω τήν Κεχαριτωμένην.

Αἰνοῦμεν, εὐλογοῦμεν καί προσκυνοῦμεν τόν Κύριον.
Καί ἐπισυνάπτομεν τόν Εἱρμόν της ἡ΄ Ὠδῆς.

Τόν Βασιλέα, τῶν Οὐρανῶν Ὄν ὑμνούσι, στρατιαί τῶν Ἀγγέλων ὑμνεῖτε, καί ὑπερυψοῦτε, εἰς πάντας τούς αἰώνας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Μαγείας ἀκαθάρτου, ἀσινεῖς τηρεῖτε, καί μαγγανείας ἁπάσης μακάριοι, τούς ἀδιστάκτω καρδία ὑμίν προσφεύγοντας.
Ἅγιοί του Θεοῦ, πρεσβεύσατε ὑπέρ ἠμῶν.
Οἱ φύλακες καί ρύσται, ταύτης ὑμῶν τῆς ποίμνης, Κυπριανέ Ἰουστίνα τέ ἔνδοξοι, αὐτήν λυτροῦσθε σκανδάλων τοῦ πολεμήτορος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑψίστου νῦν τῷ θρόνω, ἐν δόξη ἐστῶτες, Κυπριανέ Ἰουστίνα τέ ἔνδοξοι, τάς ἐκ καρδίας δεήσεις ἠμῶν προσδέξασθε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑδάτων ἀπωλείας, ρύσαι μέ Παρθένε, καί πρός πηγήν ἀπαθείας μέ ἴθυνον, ἴνα ζωῆς αἰωνίου γένωμαι μέτοχος.

Καί τά Μεγαλυνάρια

Ἄξιον ἐστίν ὡς ἀληθῶς μακαρίζειν Σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σερουφείμ, τήν ἀδιαφθόρως, Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, Σέ μεγαλύνομεν.
Χαίροις θεηγόρε Κυπριανέ, ὁ στερρῶς ἀθλήσας, καί αἰσχύνας τόν δυσμενῆ. χαίροις καλλιμάρτυς, Κυρίου Ἰουστίνα, ἀστέρες εὐσεβείας, ἀειλαμπέστατοι.
Πλάνης καταπτύσας σκότος δεινόν, τῷ φωτί προσῆλθες, τῆς Τριάδος Κυπριανέ, διά τῆς καλλίστης, παρθένου Ἰουστίνης, μεθ’ ἤς καί τόν ἀγώνα, τόν θεῖον ἤνυσας.
Χαίρετε προστᾶται τῶν εὐσεβῶν, Κυπριανέ Πάτερ, Ἰουστίνα τέ θαυμαστή. χαίρετε μεσίται, ἠμῶν πρός τόν Δεσπότην, καί ταύτης τῆς ἁγίας Μονῆς οἱ ἔφοροι.

Φρίττει τῶν δαιμόνων ἅπας ἑσμός, Κυπριανέ μάκαρ, Ἰουστίνα τέ εὐκλεής, ὑμίν τήν δοθεῖσαν, παρά Κυρίου χάριν, καί πόρρω ἐξ ἀνθρώπων, ἀποδιώκονται.
Ρύσασθε μαγείας τῆς χαλεπῆς, Κυπριανέ μάκαρ, Ἰουστίνα ἡ εὐκλεής, τούς τή μοχθηρία, αὐτῆς συνεχομένους, ψυχῶν τέ καί σωμάτων, πάθη ἰώμενοι.
Ταύτην τήν ἁγίαν ὑμῶν Μονήν, σκέπετε ἀπαύστως, ἀπό πάσης ἐπιβουλῆς, Κυπριανέ Πάτερ, ὁμού σύν Ἰουστίνη, αὐτήν ἐπευλογοῦντες, ὑμῶν τή χάριτι.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τρισάγιον

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς (3 φορές).
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον. Κύριε ἐλῆσον. Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἁγιασθήτω τό ὄνομά σου . Ἐλθέτω ἡ βασιλεία σου. Γεννηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπίτης γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον. Καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν. Καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς:

Ὅτι σου ἐστίν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος , νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τή χορηγία, φῶς προσέλαβες, θεογνωσίας, Κυπριανέ καταισχύνας τόν δράκοντα. καί μαρτυρίου τόν δρόμον διήνυσας, σύν Ἰουστίνη ὁμού τή θεοφρονι.μεθ’ ἤς πρέσβευε, Τριάδι τή πανοικτίρμονι, δωρήσασθε ἠμίν τό μέγα ἔλεος.

Ἡ ἐκτενής παρά τοῦ Ἱερέως, καί ἀπόλυσις. Μετά τήν «ἀπόλυσιν» ψάλλομεν ἀργῶς τά κάτωθι τροπάρια.

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, ὑμῶν τή ἁγία εἰκόνι, Κυπριανέ ἱερέ, Ἰουστίνα πανσεμνέ, νύμφη Χριστοῦ τοῦ Θεοῦ, πάσης βλάβης λυτρώσασθαι, καί τῶν σοφισμάτων, τοῦ δολίου δράκοντος, καί μαγειῶν χαλεπῶν, πάσι δέ αἰτεῖσθαι θεόθεν, ἄλυπον ζωήν ἐν εἰρήνη, καί πταισμάτων ἄφεσιν δεόμεθα.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Προσθέστε Σχόλιο

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X