Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών Αγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως

Παρακλητικός Κανών Αγίου Νεκταρίου

Ο Παρακλητικός Κανών Αγίου Νεκταρίου Πενταπόλεως Αιγύπτου

Ο Παρακλητικός Κανών Αγίου Νεκταρίου Πενταπόλεως Αιγύπτου διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως Αιγύπτου ή σε κάθε άλλη περίσταση. Ο Άγιος Νεκτάριος Μητροπολίτης Πενταπόλεως Αιγύπτου εορτάζει 9 Νοεμβρίου.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τοῦ Ἱεράρχου τῷ πανσέπτω λειψάνω, οἱ ἐν κινδύνοις συνεχόμενοι πλείστοις προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, ΄γιέ Νεκτάριε, ὡς πιστῶν ἀντιλήπτωρ, προφθασον καί λύτρωσαι τῆς παρούσης ἀνάγκης τούς προσιόντας, Πάτερ, ἐκ ψυχῆς τή ἱερά προστασία τῆς σκέπης σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὅμοιον
Ὡς εἰληφῶς παρά Θεοῦ ἐξουσίαν, τοῦ θεραπεύειν τάς δεινάς καχεξίας τῶν προσιόντων, Πάτερ, τοῖς λειψάνοις σου, ἴασαι δεόμεθα, τούς δεινῶς θλιβομένους, νόσοις καί παθήμασι, καί πικραῖς ἀλγηδόσι, καί ἐν εἰρήνη φύλαττε ἠμᾶς, ταῖς σαῖς πρεσβείαις Νεκτάριε Ὅσιε.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Πληγέντα τά σῶμα καί τήν ψυχήν, παθῶν ταῖς βολίσι, τή πρεσβεία τῶν σῶν εὐχῶν, Νεκτάριε Πάτερ ἴασαι μέ, σοί γάρ προσῆλθον ὁ τάλας δεόμενος.
Ὁ νοῦς μου πεπώρωται ἀληθῶς, καί τοῦ σώματός μου ἐξησθένησεν ἡ ἰσχύς, ἄλλ΄ ἤδη σύ Πάτερ τήν ὑγείαν, ἐν ἀμφοτέροις παρασχου καί σῶσον μέ.
Νοσούντων ταχύτατος ἰατρός καί τῶν θλιβομένων ἀντιλήπτωρ καί ἀρωγός, ὀφθεῖς, Ἱεράρχα, θεία νεύσει, τά τῆς ψυχῆς μου θεράπευσον τραύματα.

Θεοτοκίον
Ὡραῖος προῆλθε κάθ΄ ὁ Θεός, μορφή ἐν βροτεία ἐκ γαστρός σου παρθενικῆς, ὁ Λόγος λυτρούμενος τόν κόσμον, ἐξ ἀλογίας παθῶν, Παναμώμητε.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος

Νεκρωθεῖς τή κακία ὀδυνηρῶς ἔρριμμαι, τῆς ἀναισθησίας τῷ τάφω-οἶμοι!-τί γένωμαι; ἀλλά θαρρήσας σοί, οὐκ ἀπογνώσομαι, Πάτερ, ὅθεν μή παρίδης μέ ἐξαπολύμενον.
Ὀδυνώμενον σφόδρα τῶν ἀναγκῶν καύσωνι, καί τῶν, ἀλγεινῶν ταῖς ἐφόδοις περιστατούμενον, σύ μέ κυβέρνησον, πρός σωτηρίας λιμένα, καί τῶν πόνων κούφισον, Πάτερ τό ἄλγος μου.
Χειμαζόμενον σάλω, ἁμαρτιῶν, Ὅσιε, τῶν σῶν πρεσβειῶν τῷ ἰστίω, πρός τόν ἀκύμαντον ὅρμον μέ ἴθυνον τῆς ἀληθοῦς μετανοίας, ἴνα μακαρίζω σέ, Πάτερ Νεκτάριε.

Θεοτοκίον
Λεπρωθεῖς συμβουλία τοῦ δυσμενοῦς, ΄χραντε, ἔσβεσα ψυχῆς μου τό κάλλος καί παρεχάραξα, τήν ὡραιότητα τῆς ἀρχικῆς εὐπρεπείας καί νῦν μετανοοῦντα μέ, αὔθις ὡράισον.
Διασωσον ἀπό κινδύνων τούς ἰκέτας σου, Ἱεράρχα, ὅτι πάντες τή σή πρεσβεία προστρέχομεν, καί ρύσαι παντοίων ἠμᾶς θλίψεων.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις ὑπό τοῦ ἱερέως, καί τό κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Πηγή δαψιλής θαυμάτων ἀναδέδεικται, ἡ θεία σορός, Νεκτάριε τοῦ σκήνους σου, ψυχᾶς ἀποκαθαίρουσα καί δαιμόνων τήν λώβην διώκουσα, καί ἐμπιμπλώσα χαρᾶς πνευματικῆς,
τούς προσιόντας, Πάτερ, ἐκ πίστεως.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε

Ἡ σορός τῶν λειψάνων σου, τῶν σωμάτων παύει τά ἀρρωστήματα, τῶν ψυχῶν λύει τά κύματα, ἐνεργεία, Πάτερ, θείου Πνεύματος.
Ρῶσιν θείαν πρυτάνευσον τοῖς ἐν ἀσθενείαις ποικίλαις στένουσι, καί δαιμόνων τήν ἐνόχλησιν, Πάτερ, ἀποδίωξον ἐκ τῶν παίδων σου.
Ὥσπερ ρεῖθρα θεοβρυτα, τά τῶν ἰαμάτων βλύσον χαρίσματα, καί παθῶν σβέσον τούς ἄνθρακας, καί τόν τῆς ψυχῆς μου ξήρανον βόρβορον.

Θεοτοκίον
Νομοθέτην καί Κύριον, ὑπέρ νόμον, Κόρη, φύσεως τέξασα, ἀνομίας μου τήν κλύδωνα, πράυνον τή αὔρα νόμω τοῦ πνεύματος.

Ὠδή ἐ΄ . Φώτισον ἠμᾶς

Ἤρεμον ζωήν καί ἀτάραχον, Νεκτάριε, καί σκανδάλων ὑπερτέραν κοσμικῶν, τοῖς τιμῶσι σέ παρασχου Παναοίδιμε.
Μάστιγι τῶν σῶν παρακλήσεων, Νεκτάριε, ἀποδίωξον δαιμόνων τήν πληθύν, τήν μαστίζουσαν ἀθλίως τήν καρδίαν μου.
Ἄγρυπνος φρουρός, καί προστάτης καί ὑπέρμαχος, καί ἀντιλήπτωρ, Νεκτάριε, γενού, τοῖς προστρέχουσι τή θήκη τῶν λειψάνων σου.

Θεοτοκίον
Σκεῦος ἐκλεκτόν, Θείου Πνεύματος μέ ἔργασαι, τόν ὑπάρξαντα δοχεῖον πονηρόν, ὡς σκηνή τοῦ Θεοῦ Λόγου Παναμώμητε.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ

Λιμένα πνευματικόν, ἐποπτεύων, καί ἀπαύστως προστατεύων μή παύση, τῆς ἱερᾶς σου Μονῆς Θεοφόρε, τῆς κεκτημένης ὡς μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τήν σορόν τῶν ἁγίων λειψάνων σου.
Ὑπέκυψα τή φθορά ὁ ἄθλιος, ὡς ἠψάμην τοῦ καρποῦ τῆς ἀπάτης, ἔνθεν Χριστόν μακρυνθεῖς, τάς εὐθύνας τῆς ἀγνωσίας μου ἤδη εἰσπράττομαι ἀλλά σύ, Πάτερ, συμπαθῶς, ὡς ποιμήν ἀληθής μέ ἀνακτησαι.
Τήν ἄυλον, λειτουργίαν ΄γιέ, ἀναφέρων ἐν ὑψίστοις τῷ Λόγω, τούς ἐμπλακέντας διχτύοις τῆς ὕλης, καί ἐμπεσόντας κακίας εἰς βάραθρα, ἀνύψωσον πρός ἀρετῶν, τάς ἀρίστας ὑψώσεις, Νεκτάριε.

Θεοτοκίον
Ρυόμενος τούς ἀνθρώπους, ΄χραντε, ὁ Δεσπότης τῆς ἀρχαίας κατάρας, ἐκ τῆς γαστρός σου ὡς βρέφος προῆλθεν, ὁ Ποιητής τῶν αἰώνων καί Κύριος, καί ἐθεούργησεν ἠμῶν, τήν οὐσίαν, ὡς μόνος φιλάνθρωπος.
Διασωσον, ἀπό κινδύνων τούς ἰκέτας σου, Ἱεράρχα, ὅτι πάντες τή σή πρεσβεία προστρέχομεν, καί ρύσαι παντοίων ἠμᾶς θλίψεων.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἔπ΄ ἐσχάτων, τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις παρά τοῦ Ἱερέως καί τό ἐγκώμιον τοῦ Ἁγίου.
Ἦχος γ΄. Μέγαν εὔρατο

Νέκταρ εὔοσμον τά ρήματά Σου, θεῖον ἄρωμα τά φθέγματά Σου τοῖς πιστοῖς πιστῶς παρέχουσι, Νεκτάριε ὅθεν , καί ὁ Κύριος οὐ τόν δρόμον τετέλεκας καί τήν πίστιν ἄμωμον ἐν τῷ βίω τετήρηκας, τῆς ἀϊδίου δόξης τόν στέφανον σοί δεδώρηται. Χαίροις δέ Συλήβρια, σύν αὐτή καί Πεντάπολις, μοναζουσῶν δέ ἡ πληθύς ἡ ἐν Αἰγίνη κραυγάζουσα, χαῖρε τό στήριγμα ἠμῶν, παμμάκαρ, Πάτερ, Νεκτάριε.

Ἦχος β΄. Προστασία τῶν χριστιανῶν

Πεπτωκότων ἐπανόρθωσις γέγονας, καί τῶν κλονουμένων, Νεκτάριε στήριγμα, ἐν ὑστέροις τοῖς καιροῖς παρά Κυρίου δοξασθεῖς ἀλλά καί νῦν τῶν κάθ΄ ἠμῶν φρυαττομένων, τήν ὁρμήν ταπεινώσας κατάβαλε, ἄφεσιν τῶν πταισμάτων, λύτρωσιν τῶν σφαλμάτων ,καί φωτισμόν παρά Θεοῦ, τοῖς τιμῶσι σέ δωρούμενος.

Καί εὐθύς τό προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίω;

Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην.

Εἶπεν ὁ Κύριος. Ἐγώ εἰμί ἡ θύρα δί΄ ἐμοῦ, ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μή ἴνα κλέψη καί θύση καί ἀπολέση ἐγώ ἦλθον ἴνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ Ποιμήν ὁ καλός ὁ Ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων ὁ μισθωτός δέ καί οὐκ ὧν ποιμήν, οὐ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖ τόν λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα, καί φεύγει καί ὁ λύκος ἁρπάζει αὐτά, καί σκορπίζει τά πρόβατα. O δέ μισθωτός φεύγει ὅτι μισθωτός ἐστι, καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων.

Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός καί γινώσκω τά ἐμᾶ, καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ ὁ Πατήρ καγῶ γινώσκω τόν Πατέρα καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὐκ ἐστίν ἐκ τῆς αὐλῆς ταύτης κακείνα μέ δεῖ ἀγαγεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι καί γενήσεται μία ποίμνη εἰς ποιμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. Β΄.

Ὅλως ἐκ νεότητος τήν ἀφθαρσίαν ποθήσας, νυκτός καί ἡμέρας τέ, νόμους τούς τῆς χάριτος ἐμελέτησας, ἔνθεν δή ἤνεγκας, ὡς ξύλον εὐῶδες, τούς καρπούς τοῦ Θείου Πνεύματος, δί΄ ὧν ἑκάστοτε τρέφεις τῶν πιστῶν τήν διάνοιαν, καί θάλπεις τά φρονήματα, τῶν εἰλικρινῶς προσιόντων σοί, καί διασκεδάζεις, Νεκτάριε, τοῦ ψεύδους τήν ἀχλύν, ὡς καθαρώτατον σκήνωμα, τῆς Τριάδος Ὅσιε.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας.

Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Νεκταρίου Μητροπολίτη Πενταπόλεως, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Ὠρυόμενος κύκλω, τῆς ψυχῆς μου ὡς λέων ἐχθρός o δόλιος, πειρᾶται κάθ΄ ἑκάστην, καταβρῶμα ποιῆσαι, τόν ἱκέτην σου, Ὅσιε, σύ οὔν τάς μύλας αὐτοῦ συντριψον οὐρανόθεν.
Σωμάτων εὐρωστίαν, καί ψυχῶν εὐεξίαν Πάτερ Νεκτάριε, καί λύσιν ἀθυμίας, καί πάσης ἐριθείας τοῖς βοῶσι πρυτάνευσον, ὁ τῶν πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Ἀλγηδόνων ποικίλων, πειρασμῶν ψυχοφθόρων καί περιστάσεων, καί φθόνου καί κακίας, καί πάσης βασκανίας ἀνωτέρους διάσωζέ τους σέ τιμώντας πιστῶς, Νεκτάριε παμμάκαρ.

Θεοτοκίον
Ἰλαστήριον θεῖον, ἀνεδείχθης τεκοῦσα τόν λυτρωσάμενον, ἠμᾶς τῆς καταδίκης, ὡς δόντα ἑκουσίως ἑαυτόν τῷ Γεννήτορι, λύτρον ὑπέρ τῶν πολλῶν, Παρθένε Θεοτόκε.

Ὠδή ἡ΄. Τόν Βασιλέα

Πληγῶν τά ἕλκη, καί ἀνιάτους ὀδύνας, καί πάρεσιν μελῶν τέ καί τῶν ἄρθρων, ἴασαι, Παμμάκαρ, τή θεία χειρουργία.
Ἀθανασίας, περιφανῆ σέ λειμώνα, ἐπιστάμενοι Νεκτάριε, αἰτοῦμεν, τῆς ὀσμῆς ρυσθῆναι θανάτου αἰωνίου.
Τά τῶν δαιμόνων σμήνη, τήν θείαν σου κλῆσιν, Πάτερ, φρίττουσιν ὡς πῦρ ἀναλίσκον ὅθεν ἐξ ἀνθρώπων διώκονται ταχέως.

Θεοτοκίον
Ἔκ σού ἐτέχθη ὁ γεννηθεῖς πρό αἰώνων, κάθ΄ ἅ γέγραπται, ἐκ τοῦ Πατρός ἀρρεύστως, σώζων, Θεοτόκε, τούς σέ ὑπερυψούντας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον

Ρανίσιν Ἱεράρχα, τῶν θείων σου χαρίτων, τήν χερσωθείσαν καρδίαν μου ἄρδευσον, ἴνα Χριστῷ ἐκβλαστήση καρπόν εὐπρόσδεκτον.
Γαλήνην καί εἰρήνην, καί πατρικήν ἐξ ὕψους, ὡς συμπαθῆ εὐλογίαν, Νεκτάριε, τή Θεολέκτω Μονή σου παρασχου, Ὅσιε.
Μακρύνας τήν ψυχήν μου, παθῶν τῆς τυραννίδος, τοῖς τοῦ Χριστοῦ δικαιώμασι δούλωσον, τάς τοῦ νοός μου δυνάμεις, Πάτερ Νεκτάριε.

Θεοτοκίον
Μήτρανδρε Παρθένε μετά τοῦ Νεκταρίου, τόν σόν Υἱόν καί Θεόν καθικέτευε, ὑπέρ τῶν πίστει τιμώντων τά μεγαλεία σου.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά Μεγαλυνάρια

Ἴλεως γενού μοί τῷ ταπεινῶ, ὅτι πλήν σου ἄλλην οὐ γινώσχω καταφυγήν ὁ ἐν ἁμαρτίαις παντοίαις πεπλησμένος, ἐλέησον μέ μόνη χριστιανῶν ἡ Ἐλπίς.
Πάτερ Παντοκράτωρ Δημιουργέ, ΄ρχῶν τῆς εἰρήνης καί φρονήσεως χορηγέ, ἰκετεύομεν σέ, καταπαυσον πολέμους καί δώρησαι εἰρήνην, μόνε φιλάνθρωπε.
Λύσον τοῦ λαοῦ σου τάς συμφορᾶς, πράϋνον τά ἔθνη καί συμμάχησον βασιλεῖ δώρησαι τῷ κόσμω ὁμόνοιαν, εἰρήνην καί ρύσαι τούς σούς δούλους πάσης κολάσεως.
Τόν τῆς εὐσεβείας νέον πυρσόν καί τῆς Ἐκκλησίας τόν ἀκοίμητον ὀφθαλμόν, τόν ἐκ Σηλυβρίας ἀστράψαντα ἀρτίως Νεκτάριον τόν θεῖον ὕμνοις τιμήσωμεν.
Χαίροις ὁ νεορρυτος ποταμός, ὁ τήν ἐκκλησίαν ταῖς αὔλοις ἐπιρροαῖς ἄρδων καί εὐφραίνων, καί τήν τῆς δυσσεβείας πλήμμυραν κατακλύζων, Πάτερ Νεκτάριε.
Λάμψας ἐν τῷ ὕψει τῶν ἀρετῶν, ὥσπερ θεῖος λύχνος ἀπαστράπτεις διά παντός ἐν τή οἰκουμένη, Νεκτάριε παμμάκαρ, τῶν θείων σου θαυμάτων τά σελαγίσματα.

Ἐκ παιδός ποθήσας τήν ἀρετήν, ἔφθασας εἰς μέτρον ἡλικίας τῆς τοῦ Χριστοῦ καί Ἀρχιερέων ἀρχέτυπον ἐδείχθης, χρισθεῖς, Πάτερ, ἐλαίω ἀγαλλιάσεως.
Ἐκ παιδός ποθήσας τήν ἀρετήν, ἔφθασας εἰς μέτρον ἡλικίας τῆς τοῦ Χριστοῦ καί Ἀρχιερέων ἀρχέτυπον ἐδείχθης, χρισθεῖς, Πάτερ, ἐλαίω ἀγαλλιάσεως.
Χαίροις τεθλιμμένων ὁ ἀρωγός καί τῶν δαιμονιώντων ὁ ταχύτατος ἰατρός, χαίροις ὁ θεράπων ὁ νέος της Τριάδος, Νεκτάριε Θεοφρων, Πιστῶν ὁ Θέμελος.
Τοῦ Εὐαγγελίου ταῖς καλλοναῖς ἐκλελαμπρυσμένος ὡς ὠράθης δί΄ ἀρετῶν, τῆς Ὀρθοδοξίας τά δόγματα σφραγίζεις, καί βεβαιοῖς τόν λόγον, Πάτερ, τῆς πίστεως.
Χαίροις τῆς Αἰγίνης ὁ θησαυρός καί τῶν Ὀρθοδόξων ἀντιλήπτωρ καί ὁδηγός, χαίροις τῆς Ἑλλάδος ἀγλάϊσμα τό νέον, Νεκτάριε, παμμάκαρ, σκέπε τήν νῆσον σου.
Θείαις ἀγλαίαις προσομιλῶν δόξης οὐρανίου, Ἱεράρχα, θεαρχικῶς ρύσαι τήν ψυχήν μου παθῶν τῶν ψυχοφθόρων καί φώτισον φωτί μέ τῆς θείας χάριτος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιο Ἁγίου Ἦχος ἅ΄. Τῆς Ἐρήμου Πολίτης

Σηλυβρίας τόν γόνον καί Ἐώας τό καύχημα, τῆς Ὀρθοδοξίας τόν Στύλον καί Αἰγίνης τό ἔρεισμα, Νεκτάριον ὑμνήσωμεν πιστοί, ὡς νέκταρ γάρ ἀνέβλυσεν ἠμίν, ἐκ πηγῶν τοῦ Σωτηρίου ἀρτιφανῶς ἀρδεῦον τούς κραυγάζοντας. Δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σέ θαυμαστώσαντι δόξα τῷ ἐν ἐσχάτοις τοῖς καιροῖς λαμπρῶς Σέ ἁγιάσαντι.

Καί τά συνήθη τροπάρια. Εἴτα αἴτησις ἐκτενής ὑπό τοῦ ἱερέως καί ἀπόλυσις. Μέθ΄ ἤν ψάλλομεν τά ἑξῆς :
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τή κραταιά σου χειρί ἄλλην γάρ οὐκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν ἀεί μεσιτείαν οἱ κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου. Ὅθεν σοί προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τούς δούλους σου.

Ὅμοιον

Πάσιν ἀντιλήπτωρ καί φρουρός, καί παραμυθία καί σκέπη γενού, Νεκτάριε, τοῖς προσερχομένοις σοί, Πάτερ ἐκ πίστεως, καί τό θεῖον σου λείψανον κατασπαζομένοις, ὁ Θεός ἐδόξασεν, ἐν θείοις χάρισι, λύων πειρασμῶν καταιγίδα, καί τήν τῶν δαιμόνων μανίαν, φλέγων τῷ πυρί, τῆς μεσιτείας σου.

Ὅμοιον

Χρίσμα περικείμενος σεπτόν, πρός τό καταπέτασμα, Πάτερ, τό ἐπουράνιον χαίρων προσεχώρησας, ὡς ἱερώτατος, ταῖς ἀχτίσι τοῦ βίου σου, καθωραϊσμένος καί λαμπρῶς θεούμενος τῷ Θείω Πνεύματι ὅθεν ἐκ νυκτός ἀγνωσίας πρός τόν τῆς φωτίσεως ὄρθρον, καί ἠμᾶς ὁδήγησον, Νεκτάριε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Εγγραφείτε στο Newsletter μας!

Σχετικά άρθρα:
Προσευχή στον Άγιο Νεκτάριο της Αίγινας
Δεν θέλω να θλίβεστε Αγίου Νεκταρίου Πενταπόλεως
Η ειρήνη είναι θείο δώρο
Ύμνος στην Παναγία – Αγνή Παρθένε Δέσποινα

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X