Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών στον Άγιο Γρηγόριο Παλαμά

Άγιος Γρηγόριος ο Παλαμάς

Παρακλητικός Κανών στον Άγιο Γρηγόριο τον Παλαμά Αρχιεπίσκοπο Θεσσαλονίκης

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τούς παρεστώτας τή σορῶ τῶν λειψάνων σου καί ἐκ ψυχῆς ὀδυνηρᾶς δεομένους σου ἐν συμπαθεία οἴκτειρον σούς δούλους ἠμᾶς, κράζοντας καί λέγοντας τάς ἠμῶν ἰκεοίας δέξαι καί ἀνάγαγε εἰς τόν Κτίστην τῶν ὅλων• μή ἀποστρέψης ἅγιε κενούς τους σέ μεσίτην πλουτοῦντας εὐπρόσδεκτον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Ὡς ὄργανον θεῖον τοῦ Παντουργοῦ, Γρηγόριε Πάτερ, ἰκετεύομεν σαῖς λιταῖς ἀξίως ἀξίωσον ὑμνεῖν σέ τούς τήν σορόν σου κυκλοῦντας τήν παντιμον.
Ψυχῶν καί σωμάτων τούς πειρασμούς ἐξ ὕψους ἐλάσας, ἐν εἰρήνη διαβιοῦν τήν ποίμνην σου ταύτην, ἤς προέστης, ἀδιαλείπτως, Γρηγόριε, πρέσβευε.
Χριστόν ὁλοψύχως ἠγαπηκῶς παντός ἀντηλλάξω μεγαλέμπορος γεγονῶς, διό μιμητᾶς σου ἠμᾶς πάντος τους προσιόντας σοί πίπτει ἀναδεῖξον.

Θεοτοκίον
Σωτήρα τεκούσαν σέ καί Θεόν δυσωπῶ, Παρθένε, λυτρωθῆναι μέ τῶν δεινῶν, σοί γάρ νῦν προσφεύγων ἀνατείνω καί τήν ψυχήν καί τήν διάνοιαν.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Φωταυγίας ἐκείνης τῆς ὑπέρ νοῦν ἄνωθεν, ἦσπερ ἐνεπλήσβης ἄρρητως καί ὑπερέλαμψας ὡς ἄλλος ἥλιος ἐν τῷ τοῦ Ἄθωνος Ὄρει, καί ἠμᾶς ἀξίωσον, Πάτερ Γρηγόριε.
Τρικυμίας τοῦ βίου κατακλυσθεῖς κράζω σοί σου τή μεσιτεία, παμμάκαρ, δεῖξον ἀνώτερόν της καταιγίδας μέ καί ἀγαθός κυβερνήτης τοῦ λοιποῦ μοί γένοιο, Πάτερ Γρηγόριε.
Ὑψηλός σου ὁ βίος ἀσκητικῶς γέγονεν, ἡ δέ σή σοφία ὑπέρλαμπρος ὡς οὐράνιος• ὅθεν ἡ χάρις σέ εἰς τήν λυχνίαν ἀνάγει, ὅπως φῶς τοῖς ἀπασιν εἴης, Γρηγόριε.

Θεοτοκίον
Ἱκετεύω, Παρθένε, τόν ψυχικόν τάραχον καί τῆς ἀθυμίας τήν ζάλην διασκεδᾶσαι μου• σύ γάρ, Θεονυμφε, τόν ἀρχηγόν τῆς γαλήνης, τόν Χριοτόν ἐκύησας, Θεομακάριστε.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου, θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν σορόν σου πλουτοῦμεν ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα. Ἦχος β΄.
Πρεσβείαν θερμήν καί κραταιάν βοήθειαν αἰτοῦμεν ἔκ σού οἱ θλίψεσι πυρούμενοι ἐκτενῶς βοῶντες καί λέγοντες• εὐσυμπάθητε προφθασον καί ἐκ κινδύνων λύτρωοαι ἠμᾶς τούς πόθω τιμώντας τήν μνήμην σου.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Σοί προσπίπτομεν, ἅγιε, καί τήν προστασίαν σου ἑξαιτούμεθα• δίδου πάσι τά αἰτήματα καί πταισμάτων λύσιν, Χριστομίμητε.
Παραμύθιον ἔχει σέ ὁ Θεσσαλονίκης λαός καί καύχημα• τήν γάρ μνήμην σου γεραίροντες τούς ἐχθρούς τροποῦνται τούς τῆς Δύσεως.
Ρωμαλαίω φρονήματι πρός τούς ἐκ τῆς Ἄγαρ ἀχθεῖς ἐνήθλησας, καί ὡς μάρτυρα ἀναίμακτον ὁ Χριστός δοξάζει σέ, Γρηγόριε.

Θεοτοκίον
Ἀπολαύοντες Παναγνέ τῶν σῶν δωρημάτων εὐχαριστήριον ἀναμέλπομεν ἐφύμνιον οἱ γινώσκοντες σέ θεομήτορα.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ὄμβρησον ἠμίν ὑετούς τούς τῶν θαυμάτων σου καί τάς ἀρούρας τῶν ψυχῶν ἄρδευσον, ἴνα καρπόν προσάγωμεν σοί τήν εὐλάβειαν.
Ξένα καί φρικτά, ἡ πανίερος διήγησις ἀνακηρύττει σου τά θαυμάσια, ἐξ ὧν μετάδος τοῖς δούλοις σου, Δέσποτα.
Νέον σέ πλουτεῖ κατά Παῦλον ἀρχιτέκτονα ὁ Λογικός της Ἐκκλησίας ναός ὅθεν κραυγάζω σοί• θεῖον κάμε δεῖξον τέμενος.

Θεοτοκίον
Ἴασαι, Ἁγνή, τῆς ψυχῆς μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν
τή πρεσβεία σου παρασχου μοί.

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.
Μωρίαν τοῦ Βαρλαάμ ἀπέδειξας καί σαθράν τήν ἐπιστήμην, θεοφρον, τήν ἐν Θαβώρ καταστρέφουσαν δόξαν καί τῷ φωτί τῶν δικαίων ἀνταίρουσαν, οὗ δέομαί σου ἐκτενῶς τήν ψυχήν μου ἀξίαν ἀναδεῖξον.
Λαλεῖται σου πανταχοῦ τό ἔνθεον καί πανίερον καί ἔνδοξον τέλος• καί γάρ τό φῶς, ὤ συνείπας εὐσθενῶς, τήν σήν σκηνήν καταλάμψαν ἐδόξασε καί ἔδειξεν ὡς ἀληθῶς πρωτομάρτυρος χρώτα τό εἶδός σου.
Κακίστην καί δυσσεβή ἀπήλεγξας τήν προσθήκην ἐν Συμβόλω τῷ θείω, θεολογῶν καί δεικνύων ἀφύκτως τήν δυαρχίαν ἐντεῦθεν εἰσάγεσθαι• διδάσκαλον οὔν ἡ σεπτή Ἐκκλησία πλουτεῖ σέ, Γρηγόριε.

Θεοτοκίον
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα καί ψυχῶν σέ παντελῆ σωτηρίαν καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα, ὤ Δέσποινα, καί νῦν ἠμᾶς τῶν παθῶν καί κινδύνων διασωσον.
Διασωσον ἀπό κινδύνων τούς δούλους σου, θεοφόρε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν σορόν σου πλουτοῦμεν ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν ἐν τοῖς πειρασμοῖς σέ κεκτήμεθα, σέ μεσίτην πρός τόν ποιητήν προβαλλόμεθα οἱ κατακριτοι καί ὑπεύθυνοι κακῶν πολλῶν• καί νῦν προφθασον, θεῖε Πάτερ, εἰς τήν βοήθειαν ἠμῶν, τῶν θερμῶς κραυγαζόντων σοί• τάχυνον εἰς πρεσβείαν καί ρύσαι παθῶν παντοίων ποίμνην ὅλην δεομένην σου.

Προκείμενον
Ἦχος δ΄. Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος: Ἀκούσατε ταῦτα πάντα τά Ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τήν οἰκουμένην.

Τό Εὐαγγέλιον Ἰωάννη ἰ΄ 7-16
Εἶπεν ὁ Κύριος• ἐγώ εἰμί ἡ θύρα• δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται καί εἰσελεύσεται καί ἐξελεύσεται, καί νομήν εὐρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μή ἴνα κλέψη καί θύση καί ἀπολέση• ἐγώ ἦλθον ἴνα ζωήν ἔχωσι καί περισσόν ἔχωσιν. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός. Ὁ ποιμήν ὁ καλός τήν ψυχήν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων• ὁ μισθωτός δέ καί οὐκ ὧν ποιμήν, οὗ οὐκ εἰσί τά πρόβατα ἴδια, θεωρεῖτον λύκον ἐρχόμενον καί ἀφίησι τά πρόβατα καί φεύγει καί ὁ λύκος ἁρπάζει αὐτά καί σκορπίζει τά πρόβατα. Ὁ δέ μισθωτός φεύγει, ὅτι μισθωτός ἐστι καί οὐ μέλει αὐτῶ περί τῶν προβάτων. Ἐγώ εἰμί ὁ ποιμήν ὁ καλός, καί γινώσκω τά ἐμᾶ καί γινώσκομαι ὑπό τῶν ἐμῶν. Καθώς γινώσκει μέ ὁ πατήρ καγῶ γινώσκω τόν πατέρα• καί τήν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καί ἄλλα πρόβατα ἔχω, ἅ οὔν ἔστιν ἐκ αὐλῆς ταύτης• κακείνα μέ δεῖ ἀγαεῖν, καί τῆς φωνῆς μου ἀκούσουσι, καί γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μέγαν ἀντιλήπτορα σέ κεκτημένη καυχᾶται, Γρηγόριε δέσποτα, ἡ σή ποίμνη ἔχουσα τήν σήν λάρνακα• καί πισττῶς ἄσμασι τήν σεπτήν σήμερον καταστέφει καί γεραίρει σου μνήμην τήν παντιμον καί τήν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν διά τήν τιμήν τῶν λειψάνων σου. Θεῖε Ἱεράρχα, λαμπρότατε σοφώτατε φωστήρ, μή νῦν παρίδης τήν δέησιν τῶν παρακαλοῦνταν σέ.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. . Τοῦ ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ Ἀρχιεπισκόπου Θεσσαλονίκης, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Κραταιόν σέ προστάτην ἐκ Θεοῦ εὐραμένη ἡ θεία ποίμνη σου, κατέχει σου ἐν κόλποις ἐχέγγυον ἀγάπης τήν σορόν τῶν λειψάνων σου, ἀναβοώσα πιστῶς• ὁ Θεός εὐλογητός εἰ.
Θελητήν τοῦ ἐλέους σύ ἐκήρυξας πάσι Χριστόν τόν Κύριον, ρυοθῆναι γοῦν κινδύνων, λοιμοῦ καί ἀνομβρίας τούς βοώντας ἱκέτευε• ὁ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.
Ἡμέρας ἀνεσπέρου καί φωτός ἀϊδίου υἱός γενόμενος, τούς πίστει προσιόντας, τή λαρνακί σου, μάκαρ, ἀναμέλπειν καταύγασον• ὁ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.

Θεοτοκίον
Θησαυρόν σωτηρίας καί πηγήν ἀφθαρσίας τήν σέ κυήσασαν καί πύργον ἀσφαλείας καί θύραν μετανοίας τοῖς κραυγάζουσιν ἔδειξας• ὅ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.

Ὠδή ἡ΄. Τόν Βασιλέα τῶν οὐρανῶν
Τῆς Ἐκκλησίας τόν οὐρανόν καταλμπων, ὡς ἀστήρ ἀπλανής διασώζεις τούς ὑπερυψούντας Χριστόν εἰς τούς αἰώνας.
Τῶν ἰαμάτων σέ ἐνεργόν πᾶς τίς ἔγνω τῶν θερμῶς αἰτούντων σου τήν χάριν, καί πιστῶς τιμώντων τά λείψανά σου, Πάτερ.
Θεσσαλονίκη σέ ὡς ποιμένα γεραίρει, Ἐκκλησία δέ πάσα κηρύττει καί ἀνακροτεῖ σοί τούς θείους σου ἀγώνας.

Θεοτοκίον
Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις καί σαρκός τάς ὀδύνας, Παρθένε• ὅθεν σέ δοξάζω εἰς πάντας τούς αἰώνας.

Ὠδή θ΄. Ἡ Κυρίως Θεοτόκον
Ἐρρέτωσαν καθάπαξ οἱ θεομαχοῦντες καί τήν σήν δόξαν ἀδίκως ἐκβάλλοντες• ὁ γάρ Χριστός σέ δοξάζει φρικτοῖς ἐν θαυμάσι.
Λαμπρῶς ἡ Ἐκκλησία ἄγει σου τήν μνήμην• τῶν γάρ ἐχθρῶν ἀπελέγχει τό δυσφημον, ὡς προτιθεῖσα τήν λάρνακα τῶν λειψάνων σου.
Ἐκάστω τάς αἰτήσεις τάς πρός σωτηρίαν, τῶν σέ τιμώντων ἐξ ὕψους καταπεμψον καί τῶν λυπούντων τήν ποίμνην σου ἐλευθέρωσον.

Θεοτοκίον
Φωτός σου ταῖς ἀκτίσι λάμπρυναν, Παρθένε, τό ζοφερόν της ἀγνοίας διώκουσα, τούς εὐσεβῶς Θεοτόκιον σέ καταγγέλλοντας.

Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.
Τόν θεῖον Γρηγόριον, οἱ πιστοί, πάντες συνελθόντες εὐφημήσωμεν εὐσεβῶς ὡς ὄντως ποιμένα τοῖς πράγμασι φανέντα καί στόμα ἀληθείας καί φωτός κήρυκα.
Προσέλθωμεν ἄνθρωποι ἐκ ψυχῆς, ἀψώμεθα πάντες μετά πίστεως τῆς σοροῦ τῶν Θείων λειψάνων, τήν λύσιν ἑξαιτοῦντες παντοίων ἄλγηδονων καί πάσης θλίψεως.
Φρούρησον τήν ποίμνην σου ὁ καλός ἄγρυπνος προστάτης, τήν κυκλοῦσάν σου τήν σορόν, καί ρύσαι κινδύνων καί πάσης ἐπηρείας, Γρηγόριε τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἴλεως γενού μοί σοί ἐκβοά Θεσσαλονικέων ὁ πιστότατός σου λαός, Γρηγόριε Πάτερ, ταῖς ἱεραῖς λιταίς σου μετά τοῦ Μυροβλύτου ἠμᾶς περισῶζε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἱερεύς: Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος β΄.
Ἱεραρχῶν τό θεῖον κειμήλιον, Πάτερ Ὅσιε, παμμάκαρ Γρηγόριε, τήν ἱεράν θήκην τῶν λειψάνων σου ἐν τή μνήμη σου αἴροντας σήμερον, μή καταισχύνης ἠμᾶς ἀναξίους ὄντας τῆς σῆς ἁγιότητος, ἀλλ’ ἀξίωσον ἀκατακρίτως αὐτῆς ἐφάπτεσθαι, τόν πόθον ἀφοσιουμένους, ὄν πρός σέ ἀνατείνομεν πάντες ἐκλιπαροῦντες καί λέγοντες• μή παύση πρεσβεύων Ἱεράρχα, ὑπέρ τῶν ψυχῶν ἠμῶν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Newsletter

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X