Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών στον Άγιο Λουκά τον Ιατρό

Άγιος Λουκάς

(Ποίημα Μητροπολίτου Εδέσσης Ιωήλ)

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καί ἰατρός τῶν ἀσθενούντων μερόπων καί πρεσβευτής Λουκᾶ πρός τόν Φιλάνθρωπον, τούς ἐπιζητοῦντας σου τήν θεοσδοτον χάριν, μή ἐλλείπεις ἅγιε ἀπό πάσης ἀνάγκης καί χαλεπῶν του βίου ἀναγκῶν διαφυλάττων ταῖς θείαις πρεσβείαις σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α΄. Ὑγρᾶν διοδεύσας.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Λουκᾶ ἀρχιθύτα τόν Ἰησοῦν, πάντοτε δυσώπει ὑπέρ πάντων ὑμῶν λιταῖς ,νόσων λυτρωθῆναι δυσιάτων, καί δυσπραγίας τοῦ βίου πανόβλιε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁρμᾶς τάς ἄτακτους τῶν ἡδονῶν, Λουκᾶ καί ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τή σή προστασία Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνασπασον προρριζον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει μέ ὄντως ἀρρωστήμασι τοῖς δεινοῖς ,ἄλλ ὡς θεοκίνητος ἀκέστωρ, τήν ἰατρείαν Λουκᾶ δός μοί τάχιστα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Καμάτου τοῦ σώματος καί ψυχῆς, τούς δούλους σου μήτε, ἐλευθέρωσον σαῖς λιταῖς καί χάρισε πάσιν τήν ἐλπίδα τοῦ πλατυσμοῦ καί ἀνέσεως δέσποινα.

Ὠδή γ’. Οὐρανίας ἁψίδος
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀπορρήτως τήν χάριν, τά σά ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταῦτα ἀσπασασθαι ἐν Σάγματα τή μονή, καί ἐν τή χώρα Ρωσίας, ὡς πηγή ζωῆς, Λουκᾶ ἀοίδιμε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰαθῆναι λιταίς σου ,παρακαλῶ ἅγιε , ἐκ τῆς ταραχῆς τοῦ νοός μου καί τῆς δειλίας μου, σύ γάρ ὡς εὔτολμος ἐν τοῖς καιροις τοῖς ἐσχατοις, Χριστοῦ τήν ἀλήθεια, Λουκᾶ ἐκήρυξας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῶ ἐπαρον, τάς σεπτᾶς σου χείρας θεοφρον, πρός τόν Φιλάνθρωπο, ἁπαλλαγῆναι μέ, ἀμπλακημάτων παντοίων, ὡς ἄν τήν σωτήριον, τρῖβον πορεύσομαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τάς συμβάσεις τοῦ βίου καί δυσμενῆ σκάνδαλα, τάς ἐπιφορᾶς τοῦ βελίαρ καί μηχανήματα γήινων θέλγητρα καί τῶν ματαίων ὀρέξεις ἄφ ἠμῶν ἀποστησον Παντοβασίλισσα.
Διασωσον ὤ Ἱεράρχα Λουκᾶ τους σέ ἀνυμνοῦντας ἐκ κνδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἀμφω σημειοφόρε.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό κάθισμα.
Πρεσβεία θερμή
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ Ἀρχιεπίσκοπε, ἐφάνης πιστοις παραμυθία ἄφατος διο μή παύση ἅγιε συντηρῶν προμηθεία τή κρείττονι, ὡς παρρησίαν σχῶν ἐν οὐρανῶ, τούς πόθω φωνούντας τό σόν ὄνομα.

Ὠδή δ’. Εἰσακήκοα Κύριε
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ρίζαν ἔκοψον Ἅγιέ της δαιμονικῆς σαφῶς ἀθεότητος καί Λουκᾶ πρός ἀγαθότητα ἰθυνας ψυχᾶς τῶν ἀνυμνούντων σέ.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐπί σοῖ τάς ἐλπίδας μου ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγνόν τῆς ραθυμίας μου, στῆσαι ὁ φιλουλος ἐφίεμαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῷ φλογμῶ παραβάσεων καί ἀσεβημάτων Λουκᾶ Ἐπίσκοπε ἐκτακεισαν τήν καρδίαν μου δρόσισον ρανίσι τοῦ ἐλέους σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ὑπάρχων ἀχώρητος καί πληρῶν τά πάντα Θεός ἐχώρησεν ἐν τή μήτρα σου Πανάμωμε ὄν ὑπέρ ἠμῶν ἀεί ἱκέτευε.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὕψωσον Λουκᾶ πρός τήν ἄνωθεν λαμπρότητα τά νοήματα ἠμων τῶν ἐμπαθῶν διαλύων ἁμαρτίας τά φαντάσματα.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Στόνον τῶν ψυχῶν καί σωμάτων τά ἀλγηματα Ἱεράρχα ζωηφόροις σου λιταις μή ἐλλιπής ἰατρεῦσαι τῶν τιμωντων σέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νῦν ἐν Σαγματά τάς μερίδας τῶν λειψάνων σου οἱ μονάζοντες κατέχοντας Λουκᾶ τοῖς εὐχαῖς ἐκζητούσι τήν εἰρήνευσιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὄν ὑπερφυῶς Θεοτόκε ἀπεκύησας δυσωπουσα μή ἐλλιπής ἐσαεί ἐκλυτρώσασθε ἠμᾶς ἐξ ἀπογνώσεως.

Ὠδή ς’. Τήν δέησιν
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Συστήματα πονηρῶν ἐκύκλωσαν τάς ψυχας ἠμων Λουκᾶ Ἱεράρχα καί σαρκικῶν τά ἀμέτρητα πάθη πρός ἀκρασίας τόν λάκκον καθελκουσι ἠμας τούς κράζοντας πρός σέ ἐκ φθορᾶς τούς ἰκετάς σού λυτρωσον
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὁδήγησον πρός λιμένα εὐδιον Ἱεράρχα τοῦ Χριστοῦ τούς πεσόντας ἐν κλυδωνίω τῆς ζάλης τοῦ βίου καί ἐν ἀβύσσω παγίδων τοῦ ὄφεως ὡς κεκτημένος πρός Θεόν τήν καλήν παρησίαν πανεύφημε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὑπάρχων τωνλογισμῶν ἀναπλεως Ἱεραρχα πολυφρόντιδος βίου καί μερίμνων καθ’ ἑκάστην ὁ τάλας ἐν ἠδοναῖς ψυχοφθόροις τοῦ σώματος ἐκ βάθους αἴρω τήν φωνήν πρός τό θεῖον μέ φῶς καθοδηγησον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νῦν βαρει τῶν ἐμπαθῶν πταισμάτων μου καλυφθησα ἡ καρδία μου σθενει, καί μή τολμῶν ἀτενίσαι πρός ὕψος τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος αἰτοῦμαι ἄφεσιν κακῶν πανσενεί σού πρεσβεία Θεονυμφε.
Διασωσον ὤ Ἱεράρχα Λουκᾶ τους σέ ἀνυμνοῦντας ἐκ κινδύνων καί πονηρῶν καταστάσεων καί ἐκ τῶν νόσων κάτ ἄμφω σημαιοφόρε.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε Συμφερουπόλεως πάσης ὁ πρόεδρος τοῖς προσιούσιν ἐν πίστει τή λάρνακα τῶν σῶν λειψάνων ἁγίασον χαριτι παρέχων κατ’ ἄμφω τήν ἴασιν.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ’.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Λουκᾶν (στ΄. 17-19, θ’ 1-2, ἰ’ 16-21)
Τῷ καιρῶ ἐκείνω ἦλθε πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν αὐτοῦ, καί πλῆθος πολύ λαοῦ, ἀπό πάσης της Ἰουδαίας καί Ἱερουσαλήμ καί τῆς παραλίου Τύρου καί Σιδῶνος, οἱ ἦλθαν ἀκοῦσαι αὐτοῦ, καί ἰαθῆναι ἀπό τῶν νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι ὑπό πνευμάτων ἀκαθάρτων καί ἐθεραπεύοντο. Καί πᾶς ὁ ὄχλος ἐζήτει ἀπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καί ἰάτο πάντας. (θ’. 1-2) Συγκαλεσάμενος δέ τούς δώδεκα Μαθητᾶς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καί ἐξουσίαν ἐπί πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν. Καί ἀπέστειλεν αὐτούς κηρύσειν τήν βασιλείαν τοῦ Θεοῦ, καί ἰάσθαι τούς ἀσθενοῦντας. (ι΄. 16-21). Καί ἔλεγεν αὐτοῖς. Ὁ ἀκοῦν ὑμῶν , ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ, ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ. Ὑπέστρεψαν δέ οἱ ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἠμίν ἐν τῷ ὀνόματί σου. Εἶπε δέ αὐτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίνων , καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πεύματα ὑμίν ὑποτάσσεται, χαίρετε δέ μᾶλλον , ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τή ὥρα ἠγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καί εἶπεν. Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλλυψας αὐτά νηπίοις, ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι
Ἅγιε Ἀνάργυρε Ρωσίας πάσης τό κλέος τῆς Συμφερουπόλεως ἔνδοξε διδάσκαλε καί Ἐπίσκοπε τάς δεινάς μάστιγας τῶν ἀρρωστηματων πυρετῶν τέ καί τά τραύματα τῶν προσιοντων σοί ἴασαι Λουκᾶ τῷ ἐλέει σου καί ταῖς ἰκετηρίαις πρός τόν σόν Φιλάνθρωπον Κύριον. Παντιμε ἀκέστορ ἐλπίς κεκμηκότων ἀρραγής μή ἐπιλάθη δωρήσασθε πάσι τά εὐφρόσυνα.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου Λουκᾶ Ἀρχιεπισκόπου Συμφερουπόλεως καί Κριμαίας τοῦ ἰατροῦ, Τοῦ ἁγίου ……. (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Τή σή σκέπη προστρέχω Ἱεράρχα αἰτούμενος τήν καρδιάν μου τήν γεμουσαν ἀκάνθας τῆς ὑπερηφανίας καί δαιμόνων θρασύτητος ἀποκαθάραι ταῖς σαῖς ἐντεύξεσι Λουκᾶ μου.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἁγιώτατε Πάτερ νοητῶν Αἰθιόπων καί κακοτρόπων βροτῶν συμβάσως ἀλόγου καί τῆς κακοπραγίας ἀνωτέρους συντήρησον τούς ἑξαιτούντας Λουκᾶ τήν σήν ἐπικουρίαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Στηριγμόν ἐν τή θλίψει ἐν πελάγει τοῦ βίου τοῦ Σαγματά ἡ μονή τά λείψανά σου πάτερ κατέχουσα τό θαρσος κάθ ἑκάστην ἀρύεται. Ἴνα πρός πλάτος χαρᾶς τῆς ὄντως καταντήση.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰησοῦ τάς ἀγκάλας τῆς θερμῆς σου ἀγάπης καί θυμηδίας ὁμοῦ ὑπάνοιξον μοί Σῶτερ λιταῖς τῆς σῆς τεκούσης ἴνα ψάλλω γηθόμενος ὁ τῶν Πατέρων ἠμων Θεός εὐλογητός εἰ.

Ὠδή ἡ’. Τόν Βασιλέα
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀτρέμας Πάτερ πρό τῶν βημάτων ἀθέων ὠμολόγησας Χριστόν Ἐσταυρωμένον ὄν μή διαλίπης ὑπέρ ἠμῶν λιτάζων.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σοφίας μάκαρ τῆς θεικῆς ὧν δοχεῖον τόν θυμόν καί ταραχώδεις ἐννοήσεις θραῦσον τῆς ψυχῆς μου Λουκᾶ σημειοφόρε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἅγιε λύσον τῆς ταλαιπώρου ψυχῆς μου καί τοῦ σώματος τούς πόνους καί ὀδύνας, σύ γάρ, Ἀρχιθύτης τυγχάνεις καί ἀκέστωρ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχύς ἡ ὄντως καί ἡ ἐλπίς καί τό φάος ,ἡ παράκλησης καί ἴαμα κατ’ ἄμφω Δέσποινα ὑπάρχεις ἠμῶν τῶν ὀρθοδόξων.

Ὠδή θ’. Κυρίως Θεοτόκον
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰάτρευσον τάς νόσους τῶν ψυχοπασχόντων καί ἀλγουμένων Λουκᾶ ὑπέρ ἔννοιαν διευθετῶν τάς ἐννοίας αὐτῶν μακάριε.
Ἅγιέ του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὡς μέλισσα ἐτρύγεις τήν σοφίαν πάσσαν ἐπί τῆς γής Ἱεράρχα ἀοίδιμε διο νοός μοου ἀπέλασον τήν σκοτόμαιναν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἠδέως οἱ Πατέρες μάνδρας Σαγματίου τά σᾶ ὀστᾶ ὡς μαργάρους κατέχοντες ἐπιζητούσιν θεοφρον τήν σήν ἀντίληψιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Λαόν τῶν ὀρθοδόξων φύλαττε ἐκ λύκων αἱρετικῶν Παναγία Πανύμνητε ἀποκαλύπτουσα πάσαν αὐτῶν κακότητα.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Χαίροις ἐπισκόπων ὁ κοινωνός τῆς Ρωσίας πάσης ὁ θεοσοφός ἰιατρός χαίροις τῆς Κριμαίας ὁ θεῖος ποιμενάρχης Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος ἅγιος.
Ἔχων τήν σοφίαν παρά Θεοῦ τῶν νενοσηκότων ἐθεράπευες τά δεινά καί τούς πεπτοκότας ἐν λάκκω τῶν ἀθέων τή σῆ δυνάμει Πάτερ Λουκᾶ ἐξήρπασας.
Πάντα τά ὀνείδη διά Χριστόν, φύλακας διώξεις καί αἰκίας σωματικᾶς σκύβαλα ἠγήσω καί ἔφερες γενναίως Λουκᾶ σημειοφόρε καί ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῶ ἡ σεπτή σωρρός σου ἐν Ρωσία ἐπιτέλει, καί ἐν Σαγματίω, ἐκ ταύτης αἵ μερίδες ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαής ἐν Συμφερουπόλει τάς χορείας τῶν εὐσεβῶν καί τῆς ἀθεΐας ἐμείωσας τό σκότος, ἐν χώρα τῆς Ρωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν ἐν τῷ Σαγματίω ταῖς πρεσβείαις σου πρός Χριστόν φύλαττε θεοφρων ἐκ πάσης κακουργίας δαιμόνων τῶν ἐχθίστων Λουκᾶ πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον. Ἦχος πλ. Τοῦ ἅ. Τόν συνάναρχον λόγον
Ἰατρόν καί ποιμένα, Λουκᾶ τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεία στίγματα, τάς ἐξορίας, τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς, τάς θλίψεις καί τά ὀνείδη, τόν ἐπί ἐσχάτων φανέντα, ἐν τή Ρωσία νέον Ἅγιον.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς.
Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μή κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καί περιστάσεσι, συντηρῶν τόν φιλοχριστόν λαόν τοῦ Κυρίου, τόν ἐπικαλούμενον ἐν εὐλαβεία πολλή, ὄνομα τό σόν θεοφόρε, καί ὑμνολογοῦντα ἐνθέως, θαύματα καί βίον σου τόν ἅγιον.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Newsletter

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X