Προσευχή | proseuxi.gr
Ρούθ Κεφάλαιο 1 Ρούθ Κεφάλαιο 3 Ψαλμοί Ψαλμός 57 Ψαλμοί Ψαλμός 59

Παροιμίαι Σολομώντος Κεφάλαιο 1

Παροιμίαι Σολομώντος Κεφάλαιο 1

ΠΑΡΟΙΜΙΑΙ Σολομῶντος υἱοῦ Δαυίδ, ὃς ἐβασίλευσεν ἐν ᾿Ισραήλ, 2 γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως 3 δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν, 4 ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν· 5 τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται. 6 νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ρήσεις τε σοφῶν καὶ αἰνίγματα.

7 ᾿Αρχὴ σοφίας φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν· εὐσέβεια δὲ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν. 8 ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· 9 στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. 10 υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς, 11 ἐὰν παρακαλέσωσί σε λέγοντες· ἐλθὲ μεθ᾿ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, 12 καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς· 13 τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων· 14 τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν. 15 μὴ πορευθῆς ἐν ὁδῷ μετ᾿ αὐτῶν, ἔκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· 16 οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα· 17 οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. 18 αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή. 19 αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.

20 Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει· 21 ἐπ᾿ ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει· 22 ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν 23 καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις, ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ρῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. 24 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινα λόγους καὶ οὐ προσείχετε, 25 ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, 26 τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἔρχηται ὑμῖν ὄλεθρος, 27 καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος. 28 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσιν· 29 ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ Κυρίου οὐ προείλαντο, 30 οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 31 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· 32 ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. 33 ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Εγγραφείτε στο Newsletter μας!

Σχετικά άρθρα:
Ιώβ Κεφάλαιο 1
Ιώβ Κεφάλαιο 2

Προσθέστε Σχόλιο

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X