Προσευχή | proseuxi.gr

Το έλεος Σου, Κύριε του Γέροντος Νικηφόρου

Κύριε του Ουρανού Το έλεος Σου

Προσευχή στον Κύριο: Το έλεος Σου, Κύριε

Δέσποτα παντοκράτωρ, ὁ ὑπεράναρχος, καί ὑπέρζωος, καί ὑπερθεός Νοῦς ὁ Πατήρ, ἡ ὑπερώνυμος ὕπαρξις, ἡ ἀΐδιος καί κρυφία καί ὑπέρ νοῦν πηγή τῶν ζωηρρύτων καί ἀρχιφώτων πηγῶν τῆς ἀγαθότητος καί τῆς δόξης. Ὁ στηρίζων ἄκρα οὐρανοῦ ἐν ἀφάτω ἰσχύϊ τοῦ παναγίου Σου Πνεύματος, διά τοῦ παντουργοῦ Σου Υἱοῦ καί Λόγου… καταξίωσον μέ ταῖς ἀρεταῖς ἐπί τῆς γής ὡς ἐν οὐρανῶ πολιτεύεσθαι καί ἐπί πάσι τούτοις, ἔνδυσον μέ θώρωκα ἰσχυρόν, τήν μέχρι τέλους ὑπομονήν.

Καί στήριξον, Δέσποτα, τήν σαθρότητα τῆς ὀλισθηρᾶς μου προαιρέσεως, ἐστῶτος ἐνώπιόν της ἁγίας δόξης Σου καί ἀπεκδεχομένου τό παρά σου μέγα καί πλούσιον ἔλεος.

Ὅτι το έλεος Σου, Κύριε, μέγα καί κραταιόν ἐπί πάντας τούς ἐλπίζοντας ἐπί σέ.

Πέποιθα ἐπί τό ἔλεός Σου, οὐκ ἔχω ἀτενίσαι πλήν τοῦ ἐλέους Σου. Τό ἔλεός Σου κατέναντι τῶν ὀφθαλμῶν μου ἐστί. Τό ἔλεός σου διά παντός ἀντιλάβοιτό μου, τό ἔλεός Σου καταδιῶξαι μέ πάσας τάς ἡμέρας τῆς ζωῆς μου, τό ἔλεός Σου προφθᾶσαι μέ, ἐν τῷ οὐρανῶ τό ἔλεός Σου, πλήρης ἡ γῆ τοῦ ἐλέους Σου…

Σού ἐστί τό ἔλεος, σού ἡ δύναμις, σού ἡ ἐξουσία, καί σοί τήν δόξαν καί εὐχαριστίαν καί προσκύνησιν ἀναπέμπομεν σύν τῷ μονογενεῖ Σου Υἱῶ καί τῷ Παναγίω καί ζωοποιῶ Σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Εγγραφείτε στο Newsletter μας!

Σχετικά άρθρα:
Προσευχή του Πάσχα
Προσευχή στον Ιησού

Προσθέστε Σχόλιο

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις