Προσευχή | proseuxi.gr

Χαιρετισμοί Αγίου Δημητρίου Μεγαλομάρτυρα

Άγιος Δημήτριος Μεγαλομάρτυρας

Χαιρετισμοί Αγίου Δημητρίου του Μεγαλομάρτυρα και Μυροβλύτου

(ποίημα τοῦ πανιερωτάτου πρώην Θεσσαλονίκης Ἁγίου Ἀθανασίου Πατελάρου, τοῦ Κρητός)

Κοντάκιον. Ἦχος πλ. δ’. Τή Ὑπερμάχω.
Τοῦ μυροβλύτου ἐν ὠδαῖς καί θείοις ἄσμασι,νῦν μελωδήσωμεν πιστοί ὕμνον ἐπάξιον, τοῦ ὀλέσαντος τυράννου τήν ὠμότητα, καί ἀπώσαντος Λυαίου τήν θρασύτητα, καί Χριστόν Θεοῦ Υἱόν τρανῶς κηρύξαντος, καί βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.

Ἄγγελοι ἐκπλαγέντες, οὐρανόθεν ὀρῶντες τήν ἄθεον ὁρμήν τοῦ τυράννου (ἐκ γ’) καί σύν τή ἀποφάσει αὐτοῦ, θανατούμενον ὄντα Δημήτριον κατήρχοντο καί ἤρχοντο, κραυγάζειν πρός Αὐτόν τοιαῦτα·
Χαίροις μαρτύρων σεπτῶν ἀκρότης,
Χαίροις Ἁγίων φαιδρῶν λαμπρότης.
Χαίροις ὅτι ὡς κατάδικος καταβάς πρός τόν βυθόν,
Χαίροις ὅτι ὡς ἀσώματος ἀναβάς πρός οὐρανόν.
Χαίροις χοροστασίαις τῶν Ἀγγέλων οἰκήσας,
Χαίροις ταῖς τιμωρίαις τοῦ τυράννου ὑποίσας.
Χαίροις ἀπειλᾶς βασιλέων σοβήσας,
Χαίροις τάς βουλᾶς τῶν ἐχθρῶν καταργήσας.
Χαίροις στερρόν τῆς πίστεως ἔρεισμα,
Χαίροις λαμπρόν φρονήσεως ὅρισμα.
Χαίροις ὁ ζῶν ψυχή σου καί θανῶν ἐν τῷ σώματι,
Χαίροις ὁ τήν ζωήν σου οὐρανοῦ ἔχων δόματι.
Χαίροις μάρτυς Δημήτριε.
Βλέπων ὁ θεῖος Νέστωρ, ἑαυτόν ἐν ἀνδρεία, φησί τῷ βασιλεῖ θαρσαλέως· τό ἐξαίσιόν της ἀπειλῆς ἀποτρόπαιον μοί τή ψυχή φαίνεται. Λυαῖον γάρ τόν ἄθεον, ἐγώ φονεύσω, κράζων,
Ἀλληλούια.

Γνῶσιν ἔνθεον ἔχων, τῶν μαρτύρων τό κλέος, Δημήτριος πρός τόν τύραννον ἔφη· ἐξ ἀψύχων ὑλῶν, πῶς ἐστι γενέσθαι, τόν Θεόν λέξον μοί· πρός ὄν οἱ πιστοί σέβοντες Θεόν βοῶμεν πλήν ἐν φόβω·
Χαίροις Θεσσαλονίκης λαμπτήρ παμφαέστατος,
Χαίροις Λυαίου νίκης ὑπάρχων ὑπέρτερος.
Χαίροις τό θεῖον μύρον ἐκ τοῦ τάφου σου βρύων,
Χαίροις τόν θεῖον ζῆλον ἐν καρδία σου φέρων.
Χαίροις ὅτι τό αἷμα σου ὑπῆρχε λουτήριον,
Χαίροις ὅτι ἐξεῦρες ἁμαρτιῶν λυτήριον.
Χαίροις τῶν εἰδώλων καταβάλλων τήν πλάνην,
Χαίροις τῶν τυράννων ἐξελέγχων τήν μάνην.
Χαίροις τήν αἱμόρρουν ὑγιάνας τοῦ πάθους,
Χαίροις τήν ψυχήν σου ἐξελκύσας τοῦ βάθους.
Χαίροις ὅτι Μαρίνον ἐξερύσω τῆς λέπρας,
Χαίροις ὅτι τόν Ἴστρον τόν πιστόν σου ἐπέρας.
Χαίροις μάρτυς Δημήτριε.
Δύναμις οὐρανόθεν, κατεκράτησε τότε, τόν Νέστορα πρός τό πολεμῆσαι, καί τά ὄπλα τά τούτου λαβῶν, τήν Λυαίου ἄκραν ἰσχύν, εὐχερῶς καθεῖλεν, ἀποδούς θάνατον καί τότε πρός τόν πάντων Σωτήρα ἀνεβόα, ψάλλων,
Ἀλληλούια.

Ἔχων τόν θεῖον πόθον, εὐσεβής μονοκράτωρ κατέχειν Δημητρίου τό σῶμα· ἐξαπέστειλε τότε εὐθύς, ἀλλ’ αὐτός μή θέλων, τό πῦρ ἐκ τάφου ἐξέπεμψε καί θάνατον ἠπείλησε· καί εἶπον πρός αὐτόν, ἐκεῖνοι ἐν φόβω·
Χαίροις ὁ τῶν θαυμάτων ποταμός ἀνεξάντλητος,
Χαίροις τῶν τραυμάτων ἡ εἰκών ἡ ἀνέγκλητος.
Χαίροις τό λείψανόν σου μή διδούς προσιούσι,
Χαίροις ἁγιασμόν σου σέ διδούς προσκυνούσι.
Χαίροις τό πῦρ ἐξάλλων ἐκ τοῦ θείου σου μνήματος,
Χαίροις τό φῶς νῦν φέρων τοῦ ἐνθέου ἐνδύματος.
Χαίροις τοῦ τυράννου τήν μανίαν ἐλέγξας,
Χαίροις τῶν εἰδώλων τήν λατρείαν κατάξας.
Χαίροις λόγχαις ὀξυτάμοις νενυγμένος τό σῶμα,
Χαίροις αἷμα σου ἀθέοις δεδωκῶς ὥσπερ πόμα.
Χαίροις καθαγιάσας πάσαν γῆν τῷ σῶ αἵματι,
Χαίροις ὁ προσεγγίσαι κωλύσας τῷ σῶ σώματι.
Χαίροις μάρτυς Δημήτριε.
Ζάλην ἄθεον ἔχων, λογισμῶν κακοδόξων, ὁ ἄφρων βασιλεύς ἐταράχθη· πρός τούς μάρτυρας μέν καθορῶν, τήν εἰδώλων πλάνην μή κηρύττοντας· ἠμεῖς δ’ αὐτῶν τήν ἄδικον σφαγήν τιμῶντες, λεγομεν οὕτως
Ἀλληλούια.

Ἤκουσαν ἐκ περάτων, Δημητρίου τόν φόνον, ὄν ἔδωκεν ὁ τύραννος ἄφρων· καί νοοῦντες αὐτόν θανόντα, προσδραμόντες τούτου, τά σεπτά ἔβλεπον, πάση τή γῆ, θαυμάσια πηγάζοντα, ὄν τιμῶντες εἶπον·
Χαίροις ὁ ἀνταλλάξας τῶν φθαρτῶν τά οὐράνια,
Χαίροις ὁ καταρράξας τῶν κακῶν τά συνέδρια.
Χαίροις συνεδριάζων τοῖς ἀΰλοις Ἀγγέλοις,
Χαίροις συγχοριάζων πολυμόχθοις Ἁγίοις.
Χαίροις ὁ συνδουλεύων τοῖς ἀχράντοις Χερουβίμ,
Χαίροις ὁ συνδιάγων τοῖς ἀμώμοις Σεραφίμ.
Χαίροις Κυριοτήτων τήν κυρίαν κατέχων,
Χαίροις τῶν θείων θρόνων τήν καθέδραν ἐνέχων.
Χαίροις τῶν Ἀγγέλων ὁ θερμοτατος συνδοῦλος,
Χαίροις Ἀρχαγγέλων ἐμφρονέστατος σύμβουλος.
Χαίροις τῶν Ὁσίων τό σεπτόν ἐγκαλλώπισμα,
Χαίροις τῶν μαρτύρων τό λαμπρόν ἀγαλλίαμα.
Χαίροις μάρτυς Δημήτριε.
Θεοφόρον νομίζων, τόν Δημήτριον ἔμφρων, θερμοτατος ἀνήρ ἐν τή πίστει· καί ὡς λύτρον κατέχων αὐτόν, δί’ αὐτοῦ ἐρρύσθη φοβεροῦ δαίμονος καί ληψάμενος τήν λύτρωσιν, ἐχάρη τῷ Κυρίω κραυγάζων.
Ἀλληλούια.

Ἴδε παῖς ὀρθοδόξων, ὁ Λεόντιος πάλαι, τό ἄφραστόν του μάρτυρος κράτος, καί ἐλθῶν καί πρός τοῦτον αὐτός τήν χλαμύδα ἔλαβεν αὐτοῦ, καί ἔσπευσε τόν Ἴστρον ἐκπερᾶσαι καί βοῆσαι ποσίν ἁβρόχοις·
Χαίροις ὁ τήν χλαμύδα τερατουργοῦσαν ἔχων,
Χαίροις ὁ μή κηλίδα καταθολοῦσαν φέρων.
Χαίροις ὅτι τά ρεῖθρα σοί ὑπείκουσιν Ἴστρου.
Χαίροις ὅτι σά ρεῖθρα ἠμίν φέρουσιν οἶκτον.
Χαίροις ὁ τῶν βαρβάρων καταργήσας ἐνέδρας,
Χαίροις ὁ τῶν μαρτύρων κατοικῶν τάς καθέδρας.
Χαίροις Θεσσαλονίκην τοῦ λιμοῦ ἁπαλλάξας,
Χαίροις ἡλίου δίκην τούς πιστούς καταλάμψας.
Χαίροις ὁ ρύσας πάντας τῆς εἰδωλομανίας,
Χαίροις ὁ λύσας πάντα τά δεσμά τῆς δουλείας.
Χαίροις ὁ δούς τήν χάριν πάσι τοῖς προσιούσι,
Χαίροις ὅτι σύ πάρει ἀεί τοῖς σέ αἰνούσι.
Χαίροις μάρτυς Δημήτριε.
Κήρυκες ψυχοφθόροι γεγονότες οἱ πλάνοι, ἀνέτρεχον πρός Θεσσαλονίκην, ἐκτελέσαντες εἰδωλισμόν καί κηρύξαντες ἀθεϊσμόν ἀπασιν· ἀφέντες δέ τυράννους, ὥσπερ ἄνους οἱ Μάρτυρες εἶπον.
Ἀλληλούια.

Λάμψας ὁ θεῖος Νέστωρ, σύν σεπτῶ Δημητρίω ἀπέβαλεν τοῦ ψεύδους τόν ζόφον· τά γάρ εἴδωλα πάνυ στερρῶς, ἀναθεματοῦντες εὐχερῶς πέπτωκεν, οἱ πιστοί δέ σωθέντες ἐβόων πρός τούς ἐναθλούντας·
Χαίροις στερρόν Δημήτριε ἔρεισμα,
Χαίροις στιλπνόν ὤ Νέστορ ἀγλάϊσμα.
Χαίροις Νεστορίω τήν ἰσχύν χαρισάμενος,
Χαίροις τῷ Λυαίω τήν φθοράν δωρησάμενος.
Χαίροις πρῶτος ἐλέγξας τοῦ τυράννου τόν τύφον
Χαίροις δεύτερος στέρξας τοῦ προτέρου τόν τύπον.
Χαίροις ὁ ταῖς λόγχαις δεξάμενος θάνατον,
Χαίροις οὐ τῷ ξίφει ζωήν λαβῶν ἄφθαρτον.
Χαίροις ἐν φυλακή φονευθεῖς ὡς κατάδικος,
Χαίροις ὁ ἐν τή γῆ κηρυχθεῖς ὡς ἀθάνατος.
Χαίροις ὁ πρό θανάτου ἐνεργῶν τά τεράστια,
Χαίροις καί μετά πότμον ἐκτελῶν τά θαυμάσια.
Χαίροις μάρτυς Δημήτριε.
Μέλλουσα τῶν μαρτύρων, ἡ δυάς ἡ ἁγία, μεθίστασθαι ἀπό τοῦ νῦν κόσμου, ἐπεδόθησαν ἄμφω στερρῶς τῷ ἀνόμω φόνω, οἱ σεπτοί μάρτυρες, διόπερ ἐξεπλάγησαν οἱ ὀρῶντες καί ἐβόησαν τῷ Κυρίω·
Ἀλληλούϊα.

Νέον ἄσμα εὑρόντες, γοερόν Δημητρίου βοῶμεν τόν ἐξόδιον ὕμνον· ἐξ ἀθέου τυράννου γάρ νῦν, αὐθαδῶς ἐσφάγη, ὅτι οὐκ ἔθυσε τοῖς βδελυκτοῖς εἰδώλοις, ὄν ἀνυμνοῦντες θερμῶς βοῶμεν.
Χαίροις ὡς νεκρός ἐν τῷ τάφω φερόμενος,
Χαίροις ὥσπερ ζῶν ἐν τῷ πόλω ἑλκόμενος.
Χαίροις νέον λουτρόν τῷ σῶ αἵματι δείξας,
Χαίροις τήν σήν ψυχήν μετ’ Ἀγγέλων συμμίξας.
Χαίροις ὄν ἀνυμνούσιν ἐν τοῖς πέρασι κόσμου,
Χαίροις ὅτι ἀντλούσι τού σου μύρου εὔοσμου.
Χαίροις λαμπτήρ ἐν τῷ μέσω μαρτύρων,
Χαίροις βολίς τῶν ἐνθέων χαρίτων.
Χαίροις ὁ φοινιχθεῖς ἁγίω σου αἵματι,
Χαίροις ἁγιασθεῖς καί θείω σου σώματι.
Χαίροις ἁμαραντίνους δεξάμενος στεφάνους,
Χαίροις τούς ἀοιδίμους κατοικῶν νῦν θαλάμους.
Χαίροις μάρτυς Δημήτριε.
Ξένον θαῦμα ὀρῶντες, τῶν μαρτύρων τό θάρσος τά εἴδωλα στερρῶς μεταθέντων· διά τοῦτο γάρ ὁ ὑψηλός, τοῖς ἐν γῆ οἰκούσιν εὐθαρσώς, δέδωκεν εἰδώλων τά τοξεύματα βάλλειν· πρός ὄν νῦν βοῶμεν·
Ἀλληλούια.

Ὅλος ἤν ἐν τοῖς ἄνω, τῷ νοΐ καί οὐδόλως ἀπήν ὁ καθαρώτατος Μάρτυς, τή ἰσχύϊ τή θεϊκή τῶν εἰδώλων τήν πλάνην τρανῶς ὤλεσε καί τόν Χριστόν κηρύξας παρρησία, ἀκούει οὕτως·
Χαίροις ὅτι ἐφρόνεις τά Χριστοῦ τοῦ Θεοῦ σου
Χαίροις ὅτι ἐπόθεις τά τερπνά παραδείσου.
Χαίροις δρόμον οὐρανοῦ ὑψηβάτης φοιτήσας,
Χαίροις δόμους καθαρούς ἐν ὑψίστοις οἰκήσας.
Χαίροις ὅτι Ἀγγέλους συνοδίτας νῦν ἔχεις,
Χαίροις ὅτι Ἁγίους συμπολίτας κατέχεις.
Χαίροις σάλπιγξ ἁγία τόν Χριστόν σου κηρύξας,
Χαίροις ἄλπεις ἀχράντους παραδείσου οἰκήσας.
Χαίροις ἕνεκα μύρου τοῦ ἐνθέου σου σώματος,
Χαίροις ἄθεον λῆρον ὁ ἐλέγξας τοῦ σκώμματος.
Χαίροις σύ γάρ πλεκτάνας βασιλέως διέρρηξας,
Χαίροις σύ γάρ τάς πλάνας τῶν εἰδώλων κατέαξας.
Χαίροις μάρτυς Δημήτριε.
Πάσαν χάριν ἐδέξω, οὐρανόθεν ὤ μάρτυς Δημήτριε, παράδοξα πράττειν, τόν ἀπρόσιτον γάρ ὡς Θεόν γεγονέναι ἔφης, προσιτόν ἄνθρωπον καί τοῦτον μέν ὑπάρχοντα Υἱόν Θεοῦ· διό Αὐτῶ ἄδωμεν οὕτως·
Ἀλληλούια.

Ρήτορας πολύστροφους, τούς τυράννους ἀσόφους ἀπέδειξας Δημήτριε μάρτυς· ἀπορούσι γάρ βλέπειν, τό πώς τῶν εἰδώλων πλάνην καταργῆσαι ἴσχυσας· ἠμεῖς δέ τό παράδοξον θαυμάζοντες ἐν σοῖ βοῶμεν·
Χαίροις τό ρόδον τῆς παρθενίας,
Χαίροις τό ἄκρον τῆς ἐγκράτειας.
Χαίροις ὁ πρό τοῦ φόνου καθαρῶς βιοτεύσας,
Χαίροις ὁ μετά φόνον πρός Θεόν συνοδεύσας.
Χαίροις ἐν ὤ ἡ λάμψις τοῦ Θεοῦ μέν ἐνίδρυσε,
Χαίροις ἐν ὤ ἡ χάρις τῆς Τριάδος ἐνώκησε.
Χαίροις τῶν εὐσεβούντων ἡ ὀρθότης καί στάθμη,
Χαίροις τῶν ἀπιστούντων ἡ ὀξύτομος σπάθη.
Χαίροις ὁ ἀνατέλλων τάς ἡλίου ἀκτίνας,
Χαίροις ὁ καταστέλλων τάς τυράννου μανίας.
Χαίροις δένδρον χαρίτων πολλούς φέρων τούς καρπούς.
Χαίροις τῶν καλλινίκων σύ φέρων τούς βλαστούς.
Χαίροις μάρτυς Δημήτριε.
Σῶσαι μέλλων τό γένος ὀρθοδόξων ὁ Μάρτυς, τῆς πλάνης τῶν ἀθέων εἰδώλων, αὐτεπάγγελτος ἦλθεν εὐθύς πρός αὐτόν τόν πλάνον καί μωρόν τύραννον κηρύξας τόν Κύριον ὡς τέλειον Θεόν ἐβόα πρός αὐτόν τό·
Ἀλληλούια.

Τεῖχος εἰ τῶν μαρτύρων, ἀθλοφόρε καί Μάρτυς, καί πάντων τῶν εἰς σέ προσφευγότων· σύ γάρ τόν οὐρανοῦ καί γής ποιητήν φανερῶν ἄπασι, καθεῖλες δέ τόν τύραννον καί εἴδωλα· ἠμεῖς δέ σοί βοῶμεν·
Χαίροις τήν ρῶσιν ἀσθενούσι παρέχων,
Χαίροις τήν ρύσιν τοῦ αἱμόρρου συνέχων,
Χαίροις τοῖς ὑμνηταίς σου πάσαν χάριν πορίζων,
Χαίροις στήλη τῶν χαρίτων ὑπάρχων,
Χαίροις θεία δυνάμει τῶν εἰδώλων καταρχων.
Χαίροις ἁγνόν Θεοῦ καταγώγιον,
Χαίροις σεμνόν Χριστοῦ τό ἐκλόγιον.
Χαίροις ὅτι τό αἷμα ὥσπερ βάπτισμα ἔσχες,
Χαίροις ὅτι τό σῶμα τῷ θανάτω παρέσχες.
Χαίροις πύργος ὁ φθάνων ἀπό γής πρός οὐρανόν,
Χαίροις ὅτι ὑπάρχεις τῶν εὐσεβῶν ὁ κανών.
Χαίροις μάρτυς Δημήτριε.
Ὕμνον ἅπαντες Μάρτυς, τῆς ἐξόδου σου τάφω προσφέρομεν ἠμεῖς, οἱ σοί δοῦλοι· δακρυρρόους δ’ ὠδᾶς καί ψαλμούς εἰ καί προσφέρομεν σοί, οὐδαμῶς ἄξιόν της σῆς τελοῦμεν, ὧν πρέπει σοί ταφῆς, ἀλλ’ οὔν βοῶμεν τῷ Σωτήρι
Ἀλληλούια.

Φωτοφόρος ὁ τάφος, ἀνεδείχθη σου Μάρτυς, τήν χάριν ὥσπερ φῶς ἑξανάπτων· προσιούσι τέ πάσιν χαράν καί ὑγείαν, ἄφνω ἀποδούς ἐπεμπεν· ἠμεῖς δ’ οὔν σοί προσιῶντες νῦν ἐκβοῶμεν·
Χαίροις ὁ τοῦ ἐμπρησμοῦ τόν ναόν σου φυλάξας,
Χαίροις ὁ τοῦ πονηροῦ τάς ἐνέδρας συνθλάσας.
Χαίροις τῶν Σλαβίνων ἐκδιώξας τό ἔθνος,
Χαίροις τῶν εἰδώλων κατεάξας τό κράτος.
Χαίροις τῶν βαρβάρων ἀποβάλλων τά θράση,
Χαίροις τῶν τυράννων καταβάλλων ἐπάρσεις.
Χαίροις ὁ φυλάξας τήν πόλιν σου ἄτρωτον,
Χαίροις ὁ ταράξας τήν πλάνην τήν ἄθεον.
Χαίροις Ὀνησιφόρον τῆς κλοπῆς τιμωρήσας,
Χαίροις βλάβην εἰδώλων ἐκ τῆς γής καταργήσας.
Χαίροις προσφευγότων ἀσφαλές παραμύθιον,
Χαίροις προσιόντων τῆς ψυχῆς τό σωτήριον.
Χαίροις μάρτυς Δημήτριε.
Χάριν ἄνωθεν ἔχων, ὤ Δημήτριε πάσας, ἐδίωξας ἔχθρων τάς ἐνέδρας· ἐκηρύχθης δέ ἐπί γής, ὡς στερρός ὁπλίτης τῆς χάριτος Χριστοῦ καί ρίψας οὔν τά εἴδωλα, συμψάλλεις μετά πάντων οὕτως·
Ἀλληλούια.

Ψάλλομέν σου τό θαῦμα, ὅπερ γέγονε Μάρτυς, ἠνίκα τήν σήν πόλιν προδοῦναι, ἀπεφήνατο ἀπίστοις Θεός, ἑξαπέστειλεν Ἀγγέλους εἰπεῖν σοί τάχιστα· ἐκβλήθητι, μακρύνθητι καί ἄπιθι τῆς πόλεως, ὅθεν βοῶμεν·
Χαίροις ὅτι βουλή σου ἡ σή πόλις ἐλήφθη,
Χαίροις ὅτ’ ἰσχύϊ σου ὁ ἐχθρός κατηργήθη.
Χαίροις ὁ Ἀχιλλείω ὑπαντήσας φυγή σου,
Χαίροις ὁ Νεστορίω ἀποστείλας ἰσχύν σου.
Χαίροις ὁ τόν Λυαῖον καταβάψας ἐν αἵματι,
Χαίροις ὁ τούς ἀπίστους καταθραύσας ἐν πνεύματι.
Χαίροις ὁ στερεώσας πόλιν σή παρουσία,
Χαίροις ὁ ἀπολέσας ταύτην σή ἀπουσία.
Χαίροις ὁ ὑμνολόγους ἀγαπῶν ἐν τῷ τάφω σου,
Χαίροις ὁ ψευδολόγους θανάτων ἐν τῷ κράτει σου.
Χαίροις ἠμίν χαρίζων τῶν χαρίτων τό πέλαγος
Χαίροις πάσι πορίζων τού σου μύρου τό ἔλεος.
Χαίροις μάρτυς Δημήτριε.
Ὤ μαρτύρων τό ζεῦγος, οἱ κηρύξαντες πάσι Θεόν τόν ὑπερούσιον Λόγον (ἐκ γ’) ἐξοδίους ὑμεῖς, ὑμνολόγους ὠδᾶς δεξάμενοι ἀπό πάσης νῦν μέ συμφορᾶς ρύσασθε, καί τῆς μελλούσης θλίψεως, ὑμῶν πρεσβείαις, τόν ἐκβοώντα τῷ Κυρίω
Ἀλληλούια.

Καί πάλιν τό κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω.
Τοῦ μυροβλήτου ἐν ὠδαῖς καί θείοις ἄσμασι, νῦν μελωδήσωμεν πιστοί, ὕμνον ἐπάξιον, τοῦ ὀλέσαντος τυράννου τήν ὠμότητα καί ἀπώσαντος Λυαίου τήν θρασύτητα, καί Χριστόν Θεοῦ Υἱόν, τρανῶς κηρύξαντος καί βοήσωμεν· Χαίροις μάρτυς Δημήτριε.

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X