Προσευχή | proseuxi.gr

Άξιον εστί

Άξιον εστί

Ακούστε τον Επιτάφιο Θρήνο – Εγκώμια στάση Β’ Άξιον εστί από τον πρωτοψάλτη και χοράρχη Θεόδωρο Βασιλικό

Επιτάφιος Θρήνος – Εγκώμια Στάση Δεύτερη Άξιον εστί

Άξιον εστί
μεγαλύνειν σέ τόν ζωοδότην,
τόν ἐν τῷ σταυρῶ τάς χείρας ἐκτείναντα
καί συντρίψαντα τό κράτος τοῦ ἐχθροῦ.
Άξιον εστί
μεγαλύνειν σέ τόν πάντων κτίστην•
τοῖς σοῖς γάρ παθήμασιν, ἔχομεν
τήν ἀπάθειαν, ρυσθέντες τῆς φθορᾶς.
Ἔφριξεν ἡ γῆ,
καί ὁ ἥλιος, Σῶτερ, ἐκρύβη,
σού τοῦ ἀνεσπέρου φέγγους, Χριστέ,
δύναντος ἐν τάφω σωματικῶς.
Ὑπνωσας, Χριστέ,
τόν φυσίζωον ὕπνον ἐν τάφω
καί βαρέος ὕπνου ἐξήγειρας
τοῦ τῆς ἁμαρτίας τό τῶν ἀνθρώπων γένος.

Μόνη γυναικών

χωρίς πόνον ἔτεκον σέ, τέκνον,
πόνους δέ νῦν φέρω πάθει τῷ σῶ
ἀφορήτους, ἔλεγεν ἡ σεμνή.
Ἄνω σέ, Σωτήρ,
ἀχωρίστως τῷ Πατρί συνόντα,
κάτω δέ νεκρόν ἠπλωμένον γῆ
φρίττουσιν ὀρώντα τά Σεραφείμ.
Ρήγνυται ναοῦ
καταπέτασμα τή σή σταυρώσει,
κρύπτουσι φωστῆρες, Λόγε, τό φῶς
σού κρυβέντος, Ἥλιε, ὑπό γῆν.
Γής ὁ κατ’ ἀρχάς
μόνω νεύματι πήξας τόν γύρον,
ἀπνοῦς ὡς βροτός καθυπέδυ γῆν•
φρίξον τῷ θεάματι, οὐρανέ.

Ἔδυς ὑπό γῆν
ὁ τόν ἄνθρωπον χειρί σου πλάσας
Ἰν’ ἑξαναστήσης τοῦ πτώματος
τῶν βροτῶν τά στίφη πανσθενεστάτω κράτει.
Θρῆνον ἱερόν
δεῦτε ἄσωμεν Χριστῷ θανόντι,
ὡς αἵ μυροφόροι γυναῖκες πρίν
ἴνα καί τό χαῖρε ἀκουσώμεθα σύν αὐταῖς.
Μύρον ἀληθῶς
σύ ἀκένωτον ὑπάρχεις, Λόγε•
ὅθεν σοί καί μύρα προσέφερον
ὡς νεκρῶ τῷ ζώντι γυναῖκες μυροφόροι.
Ἅδου μέν ταφεῖς
τά βασίλεια, Χριστέ, συντρίβεις,
θάνατον θανάτω δέ θανατοῖς
καί φθορᾶς λυτροῦσαι τούς γηγενεῖς.

Ρεῖθρα τῆς ζωῆς

ἡ προχέουσα Θεοῦ σοφία
τάφον ὑπεισδύσα ζωοποιεῖ
τούς ἐν τοῖς ἀδύτοις Ἅδου μυχοῖς.
Ἴνα τῶν βροτῶν
καινουργήσω συντριβεῖσαν φύσιν,
πέπληγμαι θανάτω θελών σαρκί,
Μῆτερ οὔν μή κόπτου τοῖς ὀδυρμοῖς.
Ἔδυς ὑπό γῆν
ὁ φωσφόρος τῆς δικαιοσύνης
καί νεκρούς ὥσπερ ἐξ ὕπνου ἐξήγειρας,
ἐκδιώξας ἅπαν τό ἐν τῷ ἅδη σκότος.
Κόκκος διφυής
ὁ φυσίζωος ἐν γής λαγόσι
σπείρεται, σύν δάκρυσι σήμερον,
ἀλλ’ ἀναβλαστήσας κόσμον χαροποιήσει.

Ἐπτηξεν Ἀδάμ
Θεοῦ βαίνοντος ἐν Παραδείσω,
χαίρει δέ πρός ἄδην φοιτήσαντος,
πεπτωκός τό πρώην καί νῦν ἐγηγερμένος.
Σπένδει σοί χοᾶς
ἡ τεκοῦσα σέ, Χριστέ, δακρύων,
σαρκικῶς κατατεθέντι ἐν μνήματι,
ἐκβοώσα• Τέκνον ἀνάστα, ὡς προέφης.
Τάφω Ἰωσήφ
εὐλαβῶς σέ τῷ καινῶ συγκρύπτων,
ὕμνους ἐξοδίους θεοπρεπεῖς
τοῖς συμμίκτοις θρήνοις μέλπει σοί, Σωτήρ.

Ἤλοις σέ σταυρῶ

πεπαρμένον ἡ σή μήτηρ, Λόγε
βλέψασα, τοῖς ἤλοις λύπης πικρᾶς
βέβληται καί βέλεσι τήν ψυχήν.
Σέ τόν τοῦ παντός
γλυκασμόν ἡ μήτηρ καθορώσα
πόμα ποτιζόμενον τό πικρόν,
δάκρυσι τάς ὄψεις βρέχει πικρῶς.
Τέτρωμαι δεινῶς
καί σπαράττομαι τά σπλάχνα, Λόγε,
βλέπουσα τήν ἄδικόν σου σφαγήν•
ἔλεγεν ἡ παναγνός ἐν κλαυθμῶ.
Ὄμμα τό γλυκύ
καί τά χείλη σου πῶς μύσω, Λόγε;
πῶς νεκροπρεπῶς δέ κηδεύσω Σέ;
φρίττων ἀνεβόα ὁ Ἰωσήφ.

Ὕμνους Ἰωσήφ
καί Νικόδημος ἐπιταφίους
ἄδουσι Χριστῷ νεκρωθέντι νῦν•
ἄδει δέ σύν τούτους καί Σεραφείμ.
Δύνεις ὑπό γῆν,
Σῶτερ, ἥλιε δικαιοσύνης•
ὅθεν ἡ τεκοῦσα σελήνη σέ ταῖς
λύπαις ἐκλείπει, τῆς θέας στερουμένη.
Ἔφριξεν ὁρῶν,
Σῶτερ, Ἅδης σέ τόν ζωοδότην
πλοῦτον τόν ἐκείνου σκυλεύοντα
καί τούς ἀπ’ αἰῶνος νεκρούς ἑξανιστώντα.
Ἥλιος φαιδρόν
ἀπαστράπτει μετά νύκτα, Λόγε,
καί σύ δ’ ἀναστᾶς ἑξαστράψειας
μετά θάνατον φαιδρῶς ὡς ἐκ παστοῦ.

Γῆ σέ, πλαστουργέ,

ὑπό κόλπους δεξαμενή,
τρόμω συσχεθεῖσα, Σῶτερ, τινάσσεται,
ἀφυπνώσασα νεκρούς τῷ τιναγμῶ.
Μύροις σέ, Χριστέ,
ὁ Νικόδημος καί ὁ εὐσχήμων
νῦν καινοπρεπῶς περιστείλαντες,
Φρίξον, ἀνεβόων, πάσα ἡ γῆ!
Ἔδυς, φωτουργέ,
καί συνέδυ σοί τό φῶς ἡλίου•
τρόμω δέ ἡ κτίσις συνέχεται,
πάντων σέ κηρύττουσα Ποιητήν.
Λίθος λαξευτός
τόν ἀκρόγωνον καλύπτει λίθον•
ἄνθρωπος θνητός δ’ ὡς θνητόν Θεόν
κρύπτει νῦν τῷ τάφω• φρίξον ἡ γῆ!

Ἴδε μαθητήν,
ὄν ἠγάπησας καί σήν μητέρα,
τέκνον, καί φθογγήν δός, γλυκύτατον,
ἔκραζε δακρύουσα ἡ Ἁγνή.
Σύ ὡς ὧν ζωῆς
χορηγός, Λόγε, τούς Ἰουδαίους
ἐν σταυρῶ ταθεῖς οὐκ ἐνέκρωσας,
ἀλλ’ ἀνέστησας καί τούτων τούς νεκρούς.
Κάλλος, Λόγε, πρίν,
οὐδέ εἶδος ἐν τῷ πάσχειν ἔσχες,
ἀλλ’ ἑξαναστᾶς ὑπερέλαμψας,
καλλωπίσας τούς βροτούς θείαις αὐγαῖς.
Ἔδυς τή σαρκί
ὁ ἀνέσπερος εἰς γῆν φωσφόρος•
καί μή φέρων βλέπειν ὁ ἥλιος
ἐσκοτίσθη μεσημβρίας ἐν ἀκμή.

Ἥλιος ὁμού

καί σελήνη σκοτισθέντες, Σῶτερ,
δούλους εὐνοοῦντας εἰκόνιζον,
οἱ μελαίνας ἀμφιέννυνται στολᾶς.
Οἶδε σέ Θεόν
Ἑκατόνταρχος, καν ἐνεκρώθεις•
πῶς σέ οὔν, Θεέ μου, ψαύσω χερσί;
φρίττω, ἀνεβόα ὁ Ἰωσήφ.
Ὑπνωσεν Ἀδάμ,
ἀλλά θάνατον πλευρᾶς ἐξάγει•
σύ δέ νῦν ὑπνώσας, Λόγε Θεοῦ,
βρύεις ἐκ πλευρᾶς σου κόσμω ζωήν.
Ὑπνωσας μικρόν
καί ἐζώωσας τούς τεθνεώτας
καί ἑξαναστᾶς ἑξανέστησας
τούς ὑπνούντας ἐξ αἰώνων Ἀγαθέ.

Ἤρθης ἀπό γής,
ἀλλ’ ἀνέβλυσας τῆς σωτηρίας
σού τόν οἶνον, ζωήρυττε ἄμπελε.
Δοξάζω σου τό πάθος καί τόν σταυρόν.
Πῶς οἱ νοεροί
ταγματάρχαι σέ, Σωτήρ, ὀρῶντες
γυμνόν, ἠμαγμένον, κατακριτον,
ἔφερον τήν τόλμην τῶν σταυρωτῶν;
Ἀραβιανόν,
σκολιώτατον γένος Ἑβραίων,
ἔγνως τήν ἀνέγερσιν τοῦ ναοῦ•
δία τί κατέκρινας τόν Χριστόν!
Χλαίναν ἐμπαιγμοῦ
τόν κοσμήτορα πάντων ἐνδύεις,
ὅς τόν οὐρανόν κατηστέρωσε
καί τήν γῆν ἐκόσμησε θαυμαστῶς.

Ὥσπερ πελεκᾶν,

τετρωμένος τήν πλευράν σου, Λόγε,
σούς θανόντας παίδας ἐζώωσας,
ἐπιστάξας ζωτικούς αὐτοῖς κρουνούς.
Ἥλιον τό πρίν
Ἰησοῦς τούς ἀλλοφύλους κόπτων
ἔστησεν• αὐτόν δέ ἀπέκρυψας,
καταβάλλων τόν τοῦ σκότους ἀρχηγόν.
Κόλπων πατρικῶν
ἀνεκφοίτητος μείνας, οἰκτίρμον,
καί βροτός γενέσθαι εὐδόκησας
καί εἰς ἄδην καταβέβηκας, Χριστέ.
Ἤρθη σταυρωθεῖς
ὁ ἐν ὕδασι τήν γῆν κρεμάσας
καί ὡς ἀπνοῦς ἐν αὐτή νῦν προσκλίνεται,
ὁ μή φέρουσα ἐσείετο δεινῶς.

Οἶμοι, ὤ Υἱέ!
ἡ ἀπείρανδρος θρηνεῖ καί λέγει•
ὄν ὡς βασιλέα γάρ ἤλπιζον,
κατακριτον νῦν βλέπω ἐν σταυρῶ.
Ταῦτα Γαβριήλ
μοί ἀπήγγειλεν, ὄτε κατέπτη,
ὅς τήν βασιλείαν αἰώνιον
ἔφη τοῦ Υἱοῦ μου τοῦ Ἰησοῦ.
Φεῦ! τοῦ Συμεών
ἐκτετέλεσται ἡ προφητεία•
ἡ γάρ σή ρομφαία διέδραμε
τήν ἐμήν καρδίαν Ἐμμανουήλ.

Καν τούς ἐκ νεκρῶν

ἐπαισχύνθητε, ὤ Ἰουδαῖοι,
οὖς ὁ ζωοδότης ἀνέστησεν,
ὄν ὑμεῖς ἐκτείνατε φθονερῶς.
Ἔφριξεν ἰδών
τό ἀόρατον φῶς, σέ Χριστέ μου,
μνήματι κρυπτόμενον ἀπνοῦν τέ,
καί ἐσκότασεν ὁ ἥλιος τό φῶς
Ἔκλαιε πικρῶς
ἡ πανάμωμος μήτηρ σου, Λόγε,
ὄτε ἐν τῷ τάφω ἐώρακε
σέ τόν ἄφραστον καί ἄναρχον Θεόν.
Νέκρωσιν τήν σήν
ἡ πανάφθορος, Χριστέ, σού μήτηρ
βλέπουσα, πικρῶς σοί ἐφθέγγετο•
Μή βραδύνης, ἡ ζωή, ἐν τοῖς νεκροῖς.

Ἅδης ὁ δεινός
συνετρόμαξεν, ὄτε σέ εἶδεν,
ἥλιε τῆς δόξης ἀθάνατε,
καί ἐδίδου τούς δεσμίους ἐν σπουδή.
Μέγα καί φρικτόν,
Σῶτερ, θέαμα νῦν καθορᾶται!
ὁ ζωῆς γάρ πέλων παραίτιος
θάνατον ὑπέστη, ζωῶσαι θέλων πάντας.
Νύττη τήν πλευράν
καί ἠλοῦσαι, δέσποτα, τάς χείρας,
πληγήν ἐκ πλευρᾶς σου ἰώμενος
καί τήν ἀκρασίαν χειρῶν τῶν προπατόρων.
Πρίν τόν τῆς Ραχήλ
υἱόν ἔκλαυσεν ἅπας κατ’ οἶκον•
νῦν τόν τῆς Παρθένου ἐκόψατο
μαθητῶν χορεία σύν τή Μητρί.

Ράπισμα χειρῶν

Χριστοῦ δέδωκαν ἐν σιαγόνι,
τοῦ χειρί τόν ἄνθρωπον πλάσαντος
καί τάς μύλας θλάσαντος τοῦ θηρός.
Ὕμνοις σου, Χριστέ,
νῦν τήν σταύρωσιν καί τήν ταφήν τέ
ἅπαντες πιστοί ἐκθειάζομεν,
οἱ θανάτου λυτρωθέντες σῆ ταφῆ.
Δόξα Πατρί
Ἄναρχε Θεέ,
συναΐδιε Λόγε καί Πνεῦμα,
σκῆπτρα τῶν ἀνάκτων κραταίωσον
κατά πολεμίων, ὡς ἀγαθός.
Καί νῦν
Τέξασα ζωήν,
παναμώμητε ἁγνή Παρθένε,
παῦσον Ἐκκλησίας τά σκάνδαλα
καί βράβευσον εἰρήνην, ὡς ἀγαθή.

Άξιον εστί
μεγαλύνειν σέ τόν ζωοδότην
τόν ἐν τῷ σταυρῶ τάς χείρας ἐκτείναντα
καί συντρίψαντα τό κράτος τοῦ ἐχθροῦ.

Άξιον εστί

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X