Προσευχή | proseuxi.gr

Αί γενεαί πάσαι

Αί γενεαί πάσαι

Αί γενεαί πάσαι

Επιτάφιος Θρήνος – Εγκώμια Στάση Τρίτη Αί γενεαί πάσαι

Αί γενεαί πάσαι,
ὕμνον τή ταφή σου
προσφέρουσι, Χριστέ μου.
Καθελῶν τοῦ ξύλου
ὁ Ἀριμαθαίας
ἐν τάφω σέ κηδεύει.
Μυροφόροι ἦλθον
μύρα σοί, Χριστέ μου,
κομίζουσαι προφρόνως.
Δεῦρο πάσα κτίσις
ὕμνους ἐξοδίους
προσοίσωμεν τῷ Κτίστη.
Ὡς νεκρός τόν ζῶντα
σύν μυροφόροις πάντες
μυρίσωμεν ἐμφρόνως.

Ἰωσήφ τρισμάκαρ,
κήδευσον τό σῶμα
τοῦ Χριστοῦ τοῦ ζωοδότου.
Οὖς ἔθρεψε τό μάννα,
ἐκίνησαν τήν πτέρναν
κατά τοῦ εὐεργέτου.
Οὖς ἔθρεψε τῷ μάννα,
φέρουσι τῷ Σωτήρι
χολήν ἅμα καί ὄξος.
Ὤ τῆς παραφροσύνης
καί τῆς χριστοκτονίας
τῆς τῶν προφητοκτόνων!
Ὡς ἄφρων ὑπηρέτης
προδέδωκεν ὁ μύστης
τήν ἄβυσσον σοφίας.

Τόν ρύστην ὁ πωλήσας
αἰχμάλωτος κατέστη,
ὁ δόλιος Ἰούδας.
Κατά τόν Σολομώντα,
βόθρος βαθύς τό στόμα
Ἑβραίων παρανόμων.
Ἑβραίων παρανόμων
ἐν σκολιαῖς πορείαις
τρίβολοι καί παγίδες.
Ἰωσήφ κηδεύει
σύν τῷ Νικοδήμω
νεκροπρεπῶς τόν Κτίστην.
Ζωοδότα Σῶτερ,
δόξα σου τῷ κράτει,
τόν Ἅδην καθελόντι.

Ὕπτιον ὀρώσα

ἡ παναγνός σέ, Λόγε,
μητροπρεπῶς ἐθρήνει.
Ὤ γλυκύ μου ἔαρ,
γλυκύτατόν μου τέκνον,
ποῦ ἔδυ σου τό κάλλος;
Θρῆνον συνεκίνει
ἡ παναγνός σου μήτηρ,
σού Λόγε νεκρωθέντος.
Γύναια σύν μύροις
ἤκουσι μυρίσαι
Χριστόν τό θεῖον μύρον.
Θάνατον θανάτω
σύ θανατοῖς, Θεέ μου,
θεία σου δυναστεία.

Πεπλάνηται ὁ πλάνος,
ὁ πλανηθεῖς λυτροῦται
σοφία σή, Θεέ μου.
Πρός τόν πυθμένα Ἅδου
κατήχθη ὁ προδότης,
διαφθορᾶς εἰς φρέαρ.
Τρίβολοι καί παγίδες
ὁδοί τοῦ τρισαθλίου
παράφρονος Ἰούδα.
Συναπολοῦνται πάντες
οἱ σταυρωταί σου, Λόγε,
Υἱέ Θεοῦ παντάναξ.

Διαφθορᾶς εἰς φρέαρ
συναπολοῦνται πάντες
οἱ ἄνδρες τῶν αἱμάτων.
Υἱέ Θεοῦ παντάναξ,
Θεέ μου, πλαστουργέ μου,
πῶς πάθος κατεδέξω;
Ἡ δάμαλις τόν μόσχον
ἐν ξύλω κρεμασθέντα
ἠλάλαζεν ὀρώσα.
Σῶμα τό ζωηφόρον
ὁ Ἰωσήφ κηδεύει
μετά τοῦ Νικοδήμου.
Ἀνέκραζεν ἡ κόρη
θερμῶς δακρυρροοῦσα,
τά σπλάχνα κεντουμένη.

Ὤ φῶς τῶν ὀφθαλμῶν μου,

γλυκύτατόν μου τέκνον,
πῶς τάφω νῦν καλύπτη;
Τόν Ἀδάμ καί Εὔαν
ἐλευθερῶσαι Μῆτερ,
μή θρήνει, ταῦτα πάσχω.
Δοξάζω σου, Υἱέ μου,
τήν ἄκραν εὐσπλαγχνίαν,
ἤς χάριν ταῦτα πάσχεις.
Ὄξος ἐποτίσθης
καί χολήν, οἰκτίρμον,
τήν πάλαι λύων γεῦσιν.
Ἰκρίω προσεπάγης
ὁ πάλαι τόν λαόν σου
στύλω νεφέλης σκέπων.
Αἵ μυροφόροι, Σῶτερ,
τῷ τάφω προσελθοῦσαι
προσέφερον σοί μύρα.

Ἀναστηθι, οἰκτίρμον,
ἠμᾶς ἐκ τῶν βαράθρων
ἑξανιστῶν τοῦ Ἅδου.
Ἀνάστα, ζωοδότα,
ἡ σέ τεκοῦσα μήτηρ
δακρυρροοῦσα λέγει.
Σπεῦσον ἑξαναστῆναι
τήν λύπην λύων, Λόγε,
τῆς σέ ἀγνῶς τεκούσης.
Οὐράνιαι δυνάμεις
ἐξέστησαν τῷ φόβω
νεκρόν σέ καθορῶσαι.
Τοῖς πόθω τέ καί φόβω
τά πάθη σου τιμῶσι
δίδου πταισμάτων λύσιν.

Ὤ φρικτόν καί ξένον
θέαμα, Θεοῦ Λόγε!
πῶς γῆ σέ συγκαλύπτει;
Φέρων πάλαι φεύγει.
Σῶτερ, Ἰωσήφ σέ,
καί νῦν σέ ἄλλος θάπτει.
Κλαίει καί θρηνεῖ σέ
ἡ παναγνός σου μήτηρ,
Σωτήρ μου, νεκρωθέντα.
Φρίττουσιν οἱ νόες
τήν ξένην καί φρικτήν σου
ταφήν τοῦ πάντων κτίστου.
Ἔρραναν τόν τάφο
οἱ μυροφόροι μύρα
λίαν πρωί ἐλθοῦσαι.

Εἰρήνην Ἐκκλησία,

λαῶ σου σωτηρίαν
δώρησαι σή ἐγέρσει.
Δόξα Πατρί
Ὤ Τριάς, Θεέ μου
Πατήρ, Υἱός καί Πνεῦμα,
ἐλέησον τόν κόσμον.
Καί νῦν
Ἰδεῖν τήν τοῦ Υἱοῦ σου
ἀνάστασιν Παρθένε,
ἀξίωσον σούς δούλους.
Αί γενεαί πάσαι
ὕμνον τή ταφή σου
προσφέρουσι, Χριστέ μου.

Αί γενεαί πάσαι

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

X