Προσευχή | proseuxi.gr
Ψαλμοί Ψαλμός 14 Ψαλμοί Ψαλμός 17 Ψαλμοί Ψαλμός 32 Ψαλμοί Ψαλμός 52 Ψαλμοί Ψαλμός 60 Ψαλμοί Ψαλμός 62 Ναούμ Κεφάλαιο 1 Ψαλμός 69 Ψαλμός 95 Ψαλμός 121

Αμώς Κεφάλαιο 1

Αμώς Κεφάλαιο 1

ΛΟΓΟΙ ᾿Αμώς, οἳ ἐγένοντο ἐν ᾿Ακκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν ὑπὲρ ῾Ιερουσαλὴμ ἐν ἡμέραις ᾿Οζίου βασιλέως ᾿Ιούδα καὶ ἐν ἡμέραις ῾Ιεροβοὰμ τοῦ ᾿Ιωὰς βασιλέως ᾿Ισραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.

Αμώς Κεφάλαιο 1

2 Καὶ εἶπε· Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ ῾Ιερουσαλὴμ ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου. 3 Καὶ εἶπε Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ· 4 καὶ ἀποστελῶ πῦρ εἰς τὸν οἶκον ᾿Αζαήλ, καὶ καταφάγεται τὰ θεμέλια υἱοῦ ῎Αδερ· 5 καὶ συντρίψω μοχλοὺς Δαμασκοῦ καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ῏Ων, καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαρράν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος. 6 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν τοῦ συγκλεῖσαι εἰς τὴν ᾿Ιδουμαίαν. 7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς· 8 καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐξ ᾿Αζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ ᾿Ασκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ ᾿Ακκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων, λέγει Κύριος. 9 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθ᾿ ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν ᾿Ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν· 10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ θεμέλια αὐτῆς. 11 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς ᾿Ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ρομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μητέρα ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος. 12 καὶ ἐξαποστελῶ πῦρ εἰς Θαμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς. 13 Τάδε λέγει Κύριος· ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν ᾿Αμμὼν καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν, ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν· 14 καὶ ἀνάψω πῦρ ἐπὶ τείχη Ραββάθ, καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς· 15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶ ἐπὶ τὸ αὐτό, λέγει Κύριος.

Εγγραφείτε στο Newsletter μας!

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις