Προσευχή για μελαγχολία και αθυμία
Μια προσευχή για μελαγχολία και αθυμία
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοί ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ οὐράνιε, παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν, καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος, καί σῶσον, Ἀγαθέ, τάς ψυχᾶς ἠμῶν.
Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς, Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριεἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἔλθετω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι εὐδόκησε. Μακάριοι ἐσμὲν καὶ ἡμεῖς προστασίαν σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, ταῖς σαῖς ἱκεσίαις κρατύνονται. Διὸ ἀνυμνοῦντες βοῶμέν σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ
Σὲ τὸ ἀπόρθητον τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα, Θεοτόκε Παρθένε, ἱκετεύομεν, τὰς τῶν ἐναντίων βουλὰς διασκέδασον, τοῦ λαοῦ σου τὴν λύπην εἰς χαρὰν μετάβαλε, τὴν πόλιν σου περιτείχισον, τῷ Βασιλεῖ συμμάχησον, τὸν κόσμον σου ἀνακάλεσον, τοὺς εὐσεβεῖς κραταίωσον, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε, ὅτι σὺ εἶ, Θεοτόκε, ἡ ἐλπὶς ἡμῶν.
Δί’ εὐχῶν τῶν ἅγιων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.
Και μη ξεχνάτε! Εγγραφείτε στο Ενημερωτικό μας Δελτίο για να μαθαίνετε νέα και ενημερώσεις…
Σχετικά άρθρα:
Προσευχή για ξεμάτιασμα
Προσευχή στην Παναγία Αγίου Νεκταρίου
Παράκληση στην Παναγία
Χαιρετισμοί της Θεοτόκου Στάση Α’
Παρακλητικός Κανών Αγίας Μαρίνας της Μεγαλομάρτυρος
Προσθέστε Σχόλιο