Προσευχή | proseuxi.gr
Αρχική » Αγια Γραφη » Παλαια Διαθηκη » Ασμα Ασματων » Άσμα Ασμάτων Κεφάλαιο 3

Άσμα Ασμάτων Κεφάλαιο 3

Μακκαβαίων Β' Κεφάλαιο 3 Μακκαβαίων Γ' Κεφάλαιο 4 Ψαλμός 148 Αμώς Κεφάλαιο 3 Γένεσις Κεφάλαιο 6

Άσμα Ασμάτων Κεφάλαιο 3

ΕΠΙ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν· ἐκάλεσα αὐτόν, καὶ οὐχ ὑπήκουσέ μου. 2 ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις, καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. 3 εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου ἴδετε; 4 ὡς μικρὸν ὅτε παρῆλθον ἀπ᾿ αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. 5 ὥρκισα ὑμᾶς, θυγατέρες ῾Ιερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.

6 Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; 7 ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν ᾿Ισραήλ, 8 πάντες κατέχοντες ρομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ρομφαία αὐτοῦ ἐπὶ μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξί. 9 φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου· 10 στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτοῦ χρύσεον· ἐπίβασις αὐτοῦ πορφυρᾶ, ἐντὸς αὐτοῦ λιθόστρωτον, ἀγάπην ἀπὸ θυγατέρων ῾Ιερουσαλήμ. 11 θυγατέρες Σιών, ἐξέλθατε καὶ ἴδετε ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.

Σχετικά άρθρα με «Άσμα Ασμάτων Κεφάλαιο 3»:

Ψαλμοί Ψαλμός 146
Ψαλμοί Ψαλμός 147
Ψαλμοί Ψαλμός 148
Ψαλμοί Ψαλμός 149
Εκκλησιαστής Κεφάλαιο 3
Εκκλησιαστής Κεφάλαιο 4

Προσφορές - Proseuxi.Shop

Προσθέστε Σχόλιο