Προσευχή | proseuxi.gr

Γινόμαστε μέλη του Χριστού…

Χωρίς Χριστό Απάλλαξε με από τον πονηρό Πιστεύω Κύριε

Γινόμαστε μέλη του Χριστού…

Μέλη Χριστοῦ γινόμεθα, μέλη Χριστὸς ἡμῶν δέ, καὶ χεὶρ Χριστὸς καὶ ποῦς Χριστὸς ἐμοῦ τοῦ παναθλίου, καὶ χεὶρ Χριστοῦ καὶ ποῦς Χριστοῦ ὁ ἄθλιος ἐγὼ δέ.

Κινῶ τὴν χεῖρα, καὶ Χριστὸς ἡ χεὶρ μου ἔστιν. Ἀμέριστον γὰρ νόει μοι θεότητα τὴν θείαν! Κινῶ τὸν πόδα καί, ἰδού, ἀστράπτει ὡς ἐκεῖνος˙ μή εἴπῃς, ὅτι βλασφημῶ, ἀλλ᾿ ἀπόδεξαι ταῦτα καὶ τῷ Χριστῷ προσκύνησον τοιοῦτόν σε ποιοῦντι!

Εἰ γάρ καὶ σὺ θελήσειας, μέλος αὐτοῦ γενήσῃ, καὶ οὕτω μέλη ἅπαντα ἑνὸς ἡμῶν ἑκάστου μέλη Χριστοῦ γενήσονται, καὶ Χριστὸς ἡμῶν μέλη, καὶ πάντα τὰ ἀσχήμονα εὐσχήμονα ποιήσει κάλλει θεότητος αὐτὰ κατακοσμῶν καὶ δόξῃ, καὶ γενησόμεθα ὁμοῦ θεοὶ Θεῷ συνόντες, ἀσχημοσύνην σώματος ὅλως μὴ καθορῶντες, ἀλλ᾿ ὅλοι ὅλῳ σώματι Χριστῷ ὁμοιωθέντες, καὶ μέλος ἕκαστον ἡμῶν ὅλος Χριστὸς ὑπάρξει.

Εἰς γάρ πολλὰ γινόμενος εἷς ἀμέριστος μένει, μερὶς ἑκάστῃ δέ αὐτός ὅλος Χριστός ὑπάρχει˙ πάντως οὖν οὕτως ἔγνωκας Χριστὸν καὶ δάκτυλόν μου καὶ βάλανον – οὐκ ἔφριξας, ἤ σὺ καὶ ἐπῃσχύνθης;

Αγίου Συμεών του Νέου Θεολόγου

Εγγραφείτε στο Newsletter μας!   

Σχετικά άρθρα με «Γινόμαστε μέλη του Χριστού…»:

Πώς διατηρείται στην καρδιά ο φόβος του Θεού
Μνήμη Γ’ ευρέσεως της Τιμίας κεφαλής Βαπτιστού Ιωάννου
Άγιος Εφράιμ θαύματα: Ο παράλυτος
Η ψυχή σου κατοικητήριο του Θεού…
Τουλάχιστον να σώσω την ψυχή μου…

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις