Προσευχή | proseuxi.gr
Ψαλμός 140 Ψαλμός 147

Μιχαίας Κεφάλαιο 3

Μιχαίας Κεφάλαιο 3

ΚΑΙ ἐρεῖ· ἀκούσατε δὴ ταῦτα, αἱ ἀρχαὶ οἴκου ᾿Ιακὼβ καὶ οἱ κατάλοιποι οἴκου ᾿Ισραήλ. οὐχ ὑμῖν ἐστι τοῦ γνῶναι τὸ κρίμα; 2 μισοῦντες τὰ καλὰ καὶ ζητοῦντες τὰ πονηρά, ἁρπάζοντες τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν καὶ τὰς σάρκας αὐτῶν ἀπὸ τῶν ὀστέων αὐτῶν. 3 ὃν τρόπον κατέφαγον τὰς σάρκας τοῦ λαοῦ μου καὶ τὰ δέρματα αὐτῶν ἀπ᾿ αὐτῶν ἐξέδειραν καὶ τὰ ὀστέα αὐτῶν συνέθλασαν καὶ ἐμέλισαν ὡς σάρκας εἰς λέβητα καὶ ὡς κρέα εἰς χύτραν, 4 οὕτως κεκράξονται πρὸς τὸν Κύριον, καὶ οὐκ εἰσακούσεται αὐτῶν. καὶ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ αὐτῶν ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνθ᾿ ὧν ἐπονηρεύσαντο ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν ἐπ᾿ αὐτούς. 5 τάδε λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, τοὺς δάκνοντας ἐν τοῖς ὀδοῦσιν αὐτῶν καὶ κηρύσσοντας εἰρήνην ἐπ᾿ αὐτόν, καὶ οὐκ ἐδόθη εἰς τὸ στόμα αὐτῶν, ἤγειραν ἐπ᾿ αὐτὸν πόλεμον. 6 διὰ τοῦτο νὺξ ὑμῖν ἔσται ἐξ ὁράσεως, καὶ σκοτία ἔσται ὑμῖν ἐκ μαντείας, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας, καὶ συσκοτάσει ἐπ᾿ αὐτοὺς ἡ ἡμέρα. 7 καὶ καταισχυνθήσονται οἱ ὁρῶντες τὰ ἐνύπνια, καὶ καταγελασθήσονται οἱ μάντεις, καὶ καταλαλήσουσι κατ᾿ αὐτῶν πάντες αὐτοί, διότι οὐκ ἔσται ὁ ἐπακούων αὐτῶν. 8 ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας τοῦ ἀπαγγεῖλαι τῷ ᾿Ιακὼβ ἀσεβείας αὐτοῦ καὶ τῷ ᾿Ισραὴλ ἁμαρτίας αὐτοῦ. 9 ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου ᾿Ιακὼβ καὶ οἱ κατάλοιποι οἴκου ᾿Ισραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, 10 οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ ῾Ιερουσαλὴμ ἐν ἀδικίαις. 11 οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο λέγοντες· οὐχὶ ὁ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ᾿ ἡμᾶς κακά. 12 διὰ τοῦτο δι᾿ ἡμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ ῾Ιερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

Εγγραφείτε στο Newsletter μας!   

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις