Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Παρακλησεις στους Αγιους » Παρακλητικός Κανών Αγίου Γερασίμου της Κεφαλονιάς

Παρακλητικός Κανών Αγίου Γερασίμου της Κεφαλονιάς

Παρακλητικός Κανών Αγίου Γερασίμου

Ο Παρακλητικός Κανών Αγίου Γερασίμου της Κεφαλονιάς

Ο Παρακλητικός Κανών Αγίου Γερασίμου της Κεφαλονιάς διαβάσετε το απόγευμα στους Ιερούς Ναούς την ημέρα εορτής του Αγίου Γερασίμου της Κεφαλονιάς ή σε κάθε άλλη περίσταση. Ο Άγιος Γεράσιμος Κεφαλονιάς εορτάζει στις 16 Αυγούστου η οσιακή του Κοίμηση και στις 20 Οκτωβρίου η Ανακομιδή του Ιερού Λειψάνου.

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ’ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσελθῆς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα πρός σέ τάς χειράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιοσθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Ἦχος δ΄.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κύριω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια. Ἦχος δ΄.

Τῷ θεοφόρω Γεράσιμο προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπό βαθέων κράζοντες ψυχῆς πρός αὐτόν, ἅγιε Γεράσιμε, τή θερμή σου πρεσβεία, σπεῦσον
ἐξελού ἠμᾶς, πειρασμῶν καί κινδύνων, καί βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι ἱκέτευε ὅσιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὅμοιον.
Οἱ ὕπ’ oδύνων χαλεπῶν κατεχόμενοι, καί συμφοραῖς καί ἀσθενείας τρυχόμενοι, μετά κλαυθμῶν στενάζοντες ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες Γερασίμου τεμένει, κράζοντες ἐκ πίστεως, ἰατρέ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρός Θεόν, ρύσαι ἠμᾶς πολυτρόπων κακώσεων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Οὗ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

O Ἀναγνώστης
Ψαλμός ν΄ (50)

Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἐλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἔστι διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίασα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. ‘Ραντιείς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλύνεις μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. ‘Ρύσαί μέ ἕξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Καί εὐθύς ὁ Κανών τοῦ Ἁγίου
Ὠδή ἅ ‘. Ἦχος πλ. δ ‘. Ὑγρᾶν διοδεύσας.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τρισμάκαρ Γεράσιμε ἐκτενῶς, δέησιν προσάγων, μή ἐλλείπης τῷ Λυτρωτή, κινδύνων παντοίων διασῶσαι, τούς ἀδιστάκτω τή πίστει τιμώντας σέ.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἡ θεία σορός σου πάτερ πιστοῖς, βρύει τάς ἰάσεις, προσιούσι τῷ σῶ ναῶ, καί πάθη ψυχῶν τέ καί σωμάτων, ὡς ἰατρός θεραπεύεις πανάριστος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νοσοῦσάν μου ἴασαι τήν ψυχήν, Γεράσιμε μάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καί βαίνειν τάς τρίβους τοῦ Κυρίου, σῆ μεσιτεία παμμάκαρ ἐνίσχυσον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Δυσώπει Παρθένε τόν σόν Υἱόν, σύν τῷ Γερασίμω, νεκρωθείσάν μου τήν ψυχήν, ζωῶσαι ὁ πάλαι τόν τῆς χήρας, υἱόν ζωώσας τῷ θείω προστάγματι.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.

Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐχοντές σέ προστάτην, πρός τόν Θεόν ἔνδοξε, οἱ Κεφαλληναῖοι τιμῶμεν καί ἰκετεύομεν, πάτερ, Γεράσιμέ τους σέ πιστῶς, εὐφημούντας, πειρασμῶν ἁπάλλαξον τή μεσιτεία σου.
Ἅγιε του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰκετεύομεν πάτερ, τά τῆς ψυχῆς ἴασαι, πάθη καί τά τραύματα ταύτης, τάχος θεράπευσον, τῶν εὐφημούντων σέ, καί γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, μάκαρ Γεράσιμε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Εὐμενῆ σέ προστάτην, πρός τόν Θεόν ὅσιε, πάντες προβαλλόμεθα πάτερ, θεῖε Γεράσιμε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἀπαντᾶς τή μεσιτεία σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Παναγία Παρθένε, τόν Λυτρωτήν τέξασα, λύτρωσαι παντοίων κινδύνων, τούς σοί προστρέχοντας, καί ἀνυμνοῦντας σέ, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη πανύμνητε.
Διάσωσον ἀπό κινδύνων, Γεράσιμε, τήν σήν νῆσον καί τήν ποίμνην, ἤς ἐκ Θεοῦ προστάτης γεγένησαι, καί ἄγρυπνος φύλαξ τούτων καί ρύστης.
Ἐπίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εἴτα ἡ Αἴτησις καί τό Προσόμοιον.
Ἦχος β΄.Τά ἄνω ζητῶν.

Προστάτης θερμός ὑπάρχεις, ὤ Γεράσιμε, τοῖς πόθω τῷ σῶ τεμένει προσπελάζουσι, καί πιστῶς γεραίρουσι καί βοῶσι σοί πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἠμᾶς, ὡς
μέγας ἠμῶν φύλαξ καί πρόμαχος.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θεοφόρε Γεράσιμε, λύτρωσαι κινδύνων τους σέ γεραίροντας, καί προστρέχοντας τή σκέπη σου, ὅπως σέ ἀπαύστως μακαρίζωμεν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰκετεύομεν ὅσιε, τήν νενεκρωμένην ψυχήν ἠμῶν ζώωσον, καί ἀναστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσα ἀπογνώσεως.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὄν ἐπόθησας ὅσιε, σάρκα δί’ ὄν ἔτηξας καθικέτευε, τοῖς ὑμνούσι σέ δωρήσασθαι, τῶν πλημμελημάτων τήν συγχώρησιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Ταῖς Μητρός σου δεήσεσι, καί τού σου ὁσίου Κύριε δώρησαι, τοῖς οἰκέταις σου τήν ἄφεσιν. τῶν πλημμελημάτων ὑπεράγαθε.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Γερασίμου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεός δεήσεσι, σκότους ἐξωτέρου καί γεέννης τούς δούλους σου λύτρωσαι, καί τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Παρεστῶς τή Τριάδι, πάτερ παμμακάριστε θεῖε Γεράσιμε, ὑπέρ τῶν σῶν δούλων καθικέτευε ταύτην, μακάριε, τοῦ ρυσθῆναι πάντας βιοτικῶν πειρατηρίων, τούς προστρέχοντας πίστει τή σκέπη σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῶ τρισόλβιε, ἱερεύς ὑπάρχων τοῦ ὑψίστου Γεράσιμε παντιμε, ἀλλά τοῦτον πάτερ ἐκδυσωπῶν μή διαλείπης, ὑπέρ πάντων τῶν πίστει τιμώντων σέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καί στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ καί τῆς κτίσεως πάσης βασίλισσα, τούς ὑμνολογούνταις τόν σόν Υἱόν λύτρωσαι, πάσης ἐπηρείας δεινοῦ πολεμήτορος.

Ὠδή ς΄. Ἰλάσθητι μοί Σωτήρ.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἡ σή παμμάκαρ ψυχή, τοῖς οὐρανοῖς ἐγκατώκησε, τό σῶμα σου δέ τή γῆ, ὑπάρχον ἐξαίσια τελεῖ τά τεράστια, ψυχῶν καί σωμάτων, θεραπεῦον τά νοσήματα.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σαῖς εὐπροσδέκτοις εὐχαῖς, συντήρει μάκαρ Γεράσιμε, τούς πόθω εἰλικρινεῖ, ψυχῆς τέ ἁγνότητι τιμώντας σέ, ἔνδοξε, καί προσκαλουμένους σου τήν ἄμαχον ἀντίληψιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μεσίτην πρός τόν Θεόν, σέ εὐμενῆ προβαλλόμεθα, Γεράσιμε ἱερέ, ὑπάρχεις γάρ στήριγμα καί καύχημα ὅσιε, τῶν πιστῶν καί κλέος ἠμῶν, πάτερ πανσεβάσμιε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Ἡ βάτος Μωϋσῆ, σέ προετύπου Πανάμωμε, ἔκ σού γάρ ὁ Λυτρωτής τεχθεῖς ὡς ηὐδόκησε, διασωσον Ἄχραντε, τούς προσκαλούμενους, σού τήν ἄμαχον βοήθειαν.
Διασωσον, ἀπό κινδύνων Γεράσιμε τήν σήν νῆσον, καί τήν ποίμνην ἤς ἐκ Θεοῦ, προστάτης γεγένησαι, καί ἄγρυπνος φύλαξ τούτων καί ρύστης.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις, καί τό παρόν Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Οἵ ποθοῦντες τῶν ἀσθενειῶν ἀναρρώσασθαι, Γερασίμου τῷ σεπτῶ τεμένει προσδράμωμεν| καί ἐγγίζοντες εὐλαβῶς τή θεία αὐτοῦ σορῶ, μετά πόθου κράζωμεν αὐτῶ, ὡς ἐκ Θεοῦ χάριν λαβῶν τούς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξέλεσθαι, παντοίων πειρατηρίων, καί τῶν ἐχθίστων δυσμενῶν, τούς ἐν πίστει ἀνυμνοῦντας σέ.

Εἴτα οἱ Ἀναβαθμοί.
Τό ἅ΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Ἐκ νεοτητός μου, πολλά πολεμεῖ μέ πάθη, ἀλλ’ αὐτός ἀντιλαβού, καί σῶσον, Σωτήρ μου.
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ πυρί ἔσεσθε ἀπεξηραμένοι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγιῶ Πνεύματι.
Ἁγίω Πνεύματι, πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται τή τριαδική Μονάδι ἱεροκρυφίως.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν πρός ζωογονίαν.

Καί εὐθύς τό Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίω, περί πάντων ὧν ἀνταπέδωκεν ἠμίν.
Ὁ ἱερεύς, Τοῦ Κυρίου δεηθῶμεν.
Ὅτι ἅγιος εἰ ὁ Θεός ἠμῶν καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Τό, Πάσα πνοή, καί τό Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον (ια’ 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταϊς, πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν εἰμή ὁ Πατήρ, οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει εἰμή ὁ Υἱός καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κάγω ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραός εἰμι καί ταπεινός τή καρδία καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τού σου ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἐλεήμων, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό παρόν Ἰδιόμελον. Ἦχος πλ. Β΄.

Μάκαρ, θεοφόρε Γεράσιμε, σέ καί ζῶντα περιχαρῶς ἐπλουτήσαμεν, καί μετά θάνατον ἔχειν σέ ἠξιώθημεν πανθαύμαστε, διό τό θεῖόν σου καί σεβάσμιον Σκῆνος, εὐλαβῶς ἀσπαζόμενοι δυσωποῦμεν σέ, τόν Θεόν ἰκετεύειν ὑπέρ τῶν ψυχῶν ἠμῶν.

Ὁ ἱερεύς

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου. Ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια. Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας. Δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ. Προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων. Ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου. Τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων. Τῶν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν. Τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόιρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης.

Τοῦ ἁγίου Γερασίμου εν Κεφαλληνίας, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῶν ἀγγέλων ὑπάρχων ἰσοστάσιος ὄντως, πάτερ τρισόλβιε, Γεράσιμε θεοφρον, ἐκλυτρώσας κινδύνων τούς ἐν πίστει κραυγάζοντας, Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σεαυτόν τῷ Κυρίω, προσενήνοχας πάτερ, θύμα εὐπρόσδεκτον, Γεράσιμε θεοφρον, καί νῦν μή διαλείπης ἐποπτεύων τούς μέλποντας, Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀμύθητους ἀγώνας, ἐπί τῆς γής ἠγωνίσω πάτερ Γεράσιμε, καί νῦν ταῖς οὐρανίαις συνῶν χοροστασίαις, περιφρούρει τούς μέλποντας Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Πανύμνητε Παρθένε, ἡ Θεόν σαρκωθέντα κόσμω κυήσασα, παντοίων ἀλγηδόνων ἁπάλλαξον τούς πίστει, τῷ Υἱῶ σου κραυγάζοντας, Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.

Ὠδή ἡ΄. Τόν Βασιλέα τῶν οὐρανῶν.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τή σή πρεσβεία, τάς τῶν ψυχῶν ἀρρωστίας, τῶν σέ τιμώντων θεραπεύεις, τρισμάκαρ, ὅθεν ¦ρέ τιμῶμεν, Γεράσιμε θεοφρον.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Πρός τόν Δεσπότην, σέ προβάλλοντες πρέσβυν, ἀπό κινδύνων ἐκλυτρούμεθα, μάκαρ, σαῖς πανευπροσδέκτοις, πρός τόν Θεόν πρεσβείαις.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τά τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη σή μεσιτεία, θεοφόρε τρισμάκαρ, ὅπως σέ γεραίρω, Γεράσιμε θεοφρον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Τήν ἐκτακείσαν, ἁμαρτίαις ψυχήν μου σή μεσιτεία, καταδρόσισον, Κόρη, ὅπως σέ δοξάζω εἰς πάντας τούς αἰώνας.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.

Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εἰρήνην οὐρανόθεν, ὅσιε τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρά διανοία, σέ μακαρίζουσιν.
Ἅγιέ του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
|Χαρᾶς καί εὐφροσύνης, ἔμπλησον θεοφρον, τούς προσιόντας τῷ θείω τεμένει σου, καί τόν Δεσπότην ἀεί μεγαλύνουσι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καταύγασον τάς κόρας, μάκαρ τῆς ψυχῆς μου πεπορωμένας, καί τρέχειν ἐνίσχυσον, πρός τριβούς θείας τόν σέ μακαρίζοντα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Τήν ὄντως Θεοτόκον, πάντες σέ τιμῶμεν, καί ἀσιγήτως τό χαῖρε σοί κράζομεν σύ γάρ ἐκύησας κόσμω τήν ἀγαλλίασιν.

Καί εὐθύς τά Μεγαλυνάρια.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Καί τά ἀκόλουθά του Ἁγίου.

Τῆς Πελοποννήσου θεῖος βλαστός, καί Κεφαλληνίας ὁ ἀσύλητος θησαυρός, καί πάσης Ἑλλάδος τό καύχημα τό μέγα, Γεράσιμε θεοφρον, σκέπε τήν νῆσον σου.
Χαίροις ὁ Τρικκάλων γόνος λαμπρός, χαίροις Κεφαλλήνων ἀπροσμάχητος βοηθός, χαίροις ἱερέων τό σέμνωμα καί κλέος, Γεράσιμε τρισμάκαρ, πιστῶν τό καύχημα.
Τίς μή, ἐκπλαγῆ τούς σούς πολλούς, ἀγώνας παμμάκαρ, καί τά θαύματα τά σεπτά, ἄπερ διετέλεις, Γεράσιμε θεοφρον διό λιταίς σου θείαις ἠμᾶς περίσωζε.
Μέγιστος ὑπάρχεις ἠμῶν φρουρός, φύλαξ καί προστάτης, ἀντιλήπτωρ καί πρεσβευτής, ἐν κινδύνοις ρύστης, λοιμοῦ τέ καθαιρέτης, Γεράσιμε τρισμάκαρ, διό τιμῶμεν σέ.
Χαίροις Ἐκκλησίας νέος ἀστήρ, ἱερέων δόξα, μοναζόντων ὑπογραμμός, ἀσκητῶν λαμπρότης, τῆς χάριτος δοχεῖον, προστάτης δέ καί σκέπη, ἠμῶν Γεράσιμε.
Πηγήν θαυματόβρυτον τό σεπτόν, σκῆνός σου παμμάκαρ, κεκτημένη παρά Θεοῦ, ἐν σοῖ χαρμοσύνως ἡ νῆσος σου καυχᾶται, Γεράσιμε ἤν φρούρει σαῖς εὐχαῖς πάντοτε.

Τῆς ὁμολογίας χριστιανῶν, θετό σέ στύλον ἀδιάσειστον ὁ Θεός, τό σεπτόν σου σκῆνος Γεράσιμε δούς πασι, τοῖς ἐναντίοις λίθον δεινοῦ προσκόμματος.
Τόν φωστήρα πάντες τόν παμφαή, τόν ἐκ τῶν Τρικκάλων ἀπαστράψαντα φαεινῶς, τῶν ὁσίων δόξα καί κλέος ἱερέων, Γεράσιμον τόν θεῖον πάντες ὑμνήσωμεν.
Ποίμνης σου παμμάκαρ ἤς ἐκ Θεοῦ, φύλαξ ἐπιστεύθης τοῦ ἠγεῖσθαι αὐτῆς θερμῶς, σκέπε φρούρει ταύτην, ἐχθίστων ἀοράτων, παντοίων ὁρατῶν τέ, θεῖε Γεράσιμε.
Κόπους τέ καί πόνους οὖς δί’ αὐτήν, ἤνυσας παμμάκαρ, περιόντος σου ἐν τή γῆ, πρέσβευε τηρεῖσθαι, τούς θήρας ἐκδιώκων, συλῆσαι τούς ζητοῦντας καί ἀφανίσαι σπεύδοντας.
Ἐκτενῶς ἱκέτευε πρός Θεόν, ὑπέρ τῆς σῆς νήσου, εἰρηναίαν ταύτην τηρεῖν, καί λυτροῦσθαι πάντων δεινῶν τέ καί κινδύνων, ὁσίων νέων δόξα, θεῖε Γεράσιμε.
Δέχου τάς πρεσβείας Παμβασιλεύ, τοῦ θεράποντός σου, Γερασίμου νῦν τοῦ σεπτοῦ, καί τήν ποίμνην ταύτην ἀπήμονα συντηρεῖ, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζη σέ.
Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τρισάγιον

Ὁ Ἀναγνώστης: Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. (τρίς).

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμων. Δέσποτα συγχώρησον τάς ἀνομίας ἠμίν, γιέ, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίιν σήμερον, καί ἅφες ἠμίιν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν. Καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σου ἐστίν ἡ Βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Τό Ἀπολυτίκιο Ἦχος ἄ`. Αὐτόμελον.

Τῶν Ὀρθοδόξων προστάτην καὶ ἐν σώματι ἄγγελον, καὶ θαυματουργὸν θεοφόρον νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοὶ θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀέναον χάριν· ῥώννυσι τοὺς νοσοῦντας, δαιμονῶντας ἰᾶται· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Ἦχος β΄. Πάντων προστατεύεις ἀγαθή.

Πάντες οἱ ἐκ νόσων χαλεπῶν, καί κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τά ἰάματα, θαυματοβρύτου σοροῦ, Γερασίμου ἐκβλύζουσιν, ὡς ρεῖθρα νειλώα, σπεύδοντες προσπέσωμεν, γονυκλινῶς ἐν κλαυθμῶ, ρύσαι ἐκβοῶντες σούς δούλους, ἐκ πειρατηρίων καί νόσων, καί παντοίων θλίψεων, Γεράσιμε.

Ἕτερον. Ὅμοιον.

Ὄντως ἀνεδείχθης ἐκ Θεοῦ, ἄκρος ἀκεστήρ ἀντιλήπτωρ, τά πάθη πάντων πρός σέ, πόθου τέ καί πίστεως, προσπεφευγότων θερμῶς, ἀναργύρως ἰώμενος, Γεράσιμε θεῖε, ὅθεν σου δεόμεθα, περιπτυσσόμενοι νῦν, θείαν σου σορόν καί βοῶντες, οἴκτειρον ἠμᾶς ταῖς λιταίς σου, καί δεινῶν παντοίων ἐλευθέρωσον.

Ἕτερον. Ὅμοιον. Θεοτοκίον.

Πάντας ἠμᾶς οἴκτειρον ἁγνή, Μῆτερ τοῦ Θεοῦ καί παρθένε, προσπεφευγότας ἐν σοῖ, καί σού τήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς, σόν οἰκέτην προβάλλοντες, Γεράσιμον θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ρύσαι καί φθορᾶς καί κινδύνων, καί ἐπιτυχεῖν βασιλείας, σού Υἱοῦ ἀξίωσον δεόμεθα.

Ὁ Ἱερέας: Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον καί σῶσον ἠμᾶς.
Ὁ Χορός: Ἀμήν.

Εγγραφείτε στο Newsletter μας!

Σχετικά άρθρα:
Άγιος Γεράσιμος Κεφαλονιάς
Θαύμα Αγίου Γερασίμου – Θεραπεία Δαιμονιζόμενου

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις