Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών Οσίας Μαρίας Αιγύπτιας

Παρακλητικός Κανών Οσίας Μαρίας Αιγύπτιας

Παρακλητικός Κανών Οσίας Μαρίας Αιγύπτιας

Ο Παρακλητικός Κανών Οσίας Μαρίας Αιγύπτιας. Η Οσία Μαρία η Αιγύπτια εορτάζει την Πέμπτη Κυριακή των Νηστειών και την 1η Απριλίου. Οσία του Θεού Πρέσβευε υπέρ ημών…

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἀπαμαυρώσασα συντόνω ἀσκήσει τοῦ παναλάστορος, ὁσία Μαρία, τό πρόσωπον ἀνέδραμες συνεῖναι Χριστῷ ἐν τοῖς θείοις δώμασι καί Αὐτόν ἰκετεύειν δοῦναι τοῖς ἰκέταις σου εἰρηναῖον τόν βίον καί νοσημάτων τάραχον δεινόν ἠμῶν κοπᾶσαι, Αἰγύπτου ὀσφράδιον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Θεοτοκίον

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Μαρία ὁσία, Χριστοῦ λαμπάς πυρφόρε, εἰκόνας τῶν παθῶν μου ἐκ τῆς ἐμῆς ψυχῆς ταῖς ἀπαύστοις σου πρεσβείαις πρός ὄν ἠγάπησας τάχος ἑξάλειψον.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἐν κόλποις, Μαρία, τοῦ Ἀβραάμ σκηνώσασα χάριν εὖρες Κύριον δυσωπεῖν, ὑπέρ ἱκετῶν σου τῶν ποθούντων, εὐαρεστῆσαι Αὐτῶ ἔργοις πρέπουσι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τόν βίον μου, οἶμοι, ἐν ἠδοναῖς ἀσώτως ὁ τάλας δαπανήσας νῦν ἐκζητῶ, ὁσία Μαρία, τάς εὐχᾶς σου, ἴνα σωθῶ πρός τόν μόνον Φιλάνθρωπον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀποκρουσον πάσας τάς προσβολᾶς ἐχθροῦ του βεβήλου προσευχαίς σου ταῖς ρυπτικαῖς, Ἁγνή, πρός ὄν ἔτεκες ἀφράστως, καί ζοφερῶν περιστάσεων ρύσαι μέ.

Ὠδή γ’. Οὐρανίας ἁψίδος

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Νῦν προσπίπτω σοί, Μῆτερ, ἀναβοών• προφθασον, Αἰγυπτίων εὖχος, Μαρία, καί ἀνακούφισον ἐκ κατωδύνων παθῶν τόν σέ προφρόνως ὑμνοῦντα ὡς ἐρήμου ἴασμον ἄγαν ἠδύπνευστον.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ὁλοτρόπως θελχθεῖσα τῷ τοῦ Χριστοῦ ἔρωτι καί τοῦ Παρακλήτου ρωσθεῖσα σθένει κατήσχυνας, Μαρία, τόν δυσμενῆ, οὐ καί ἠμᾶς ἀποκροῦσαι τούς πιστούς ἀξίωσον βέλη τά πύρινα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἰορδάνου, Μαρία, τοῖς ἱεροῖς νάμασι βίου ἀποπλύνασα ρύπον ἄφθορον ἔνδυμα περιεβλήθης λαμπρόν της σωστικῆς μετανοίας γενομένη πρέσβειρα πάντων πρός Κύριον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀσυγχύτως, Παρθένε, ὁ τοῦ παντός αἴτιος ἐξ ἁγνῶν αἱμάτων σου σῶμα, Δέσποινα, βρότειον λαβῶν τό γένος ἠμῶν ἐκ τῆς ἀρχαίας κατάρας ἔσωσε καί ἔδειξε κόσμου σέ σώτειραν.
Διασωσον ἐξ ἐπηρείας τοῦ δαίμονος σούς ἰκέτας, μετανοίας πυρσέ λαμπρέ, Μαρία πανεύφημε, τούς σπεύδοντας πόθω ταῖς σαῖς πρεσβείαις.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή

Μαρία σεπτή, Αἰγύπτου θεῖον βλάστημα, ἐρήμου φωστήρ τοῦ Ἰορδάνου πάμφωτε, μετανοίας πύλας μοί σωτηρίους τάχος ὑπάνοιξον καί τῷ Σωτήρι πρέσβευε Χριστῷ διδόναι ἐμῶν πταισμάτων ἄφεσιν.

Ὠδή δ’. Εἰσακήκοα Κύριε.

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σκοτισθεῖσαν τοῖς πάθεσι τήν ψυχήν μου, δέομαι, φωταγώγησον ταῖς ἀκτίσι τῶν καμάτων σου τῶν ὑπερφυῶν, Μαρία ἔνδοξε.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Δακρυβρέκτους ἀγῶνάς σου τούς ἐν τή ἐρήμω ἰδών ὁ Κύριος σέ, Μαρία, ἐκραταίωσε καί τῆς μετανοίας βάθρον ἔδειξεν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐγκρατείας κατέταμες ξίφει τῆς σαρκός σου, ὀρέξεις πάνσεπτε, ἡ σαρκός ἠμῶν σκιρτήματα σαῖς λιταῖς, Μαρία, καταστέλλουσα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἱλασμός, Μητροπάρθενε, γένους τῶν μερόπων καί ἀπολύτρωσις πέλεις• ὅθεν δυσωποῦμεν σέ• ἐκ φθορᾶς τούς δούλους σου ἀνάγαγε.

Ὠδή ἐ’. Φώτισον ἠμᾶς

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ξένωσον τόν νοῦν τοῦ ἰκέτου σου συγχύσεως κοσμικῆς, Μαρία, μῆτερ θαυμαστή, ξενοτρόπως ἐν ἐρήμω ἡ ἀσκήσασα.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ὅλη καθαρά τῷ Νυμφίω σου ἀνέδραμες ὑπαντῆσαι. Ὤ πρεσβεύεις ἐκτενῶς ὑπέρ πάντων, ὤ Μαρία, τῶν τιμώντων σέ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νέκρωσον ἠμῶν ἁμαρτάδας καί διέγειρον πρός ἀπάθειαν, Μαρία, τούς πιστῶς ὡς ζωῆς σέ ἀνυμνοῦντας θείας μέτοχον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μῆτερ τοῦ Θεοῦ παναμώμητε, ὁρμήματα τῶν παθῶν μου καταπράϋνον ταχύ, καί τόν νοῦν μου πρός ἐγρήγορσιν ἀναστησον.

Ὠδή ς’. Τήν δέησιν ἐκχεῶ

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Οὐράνιον πολιτείαν, ἔνδοξε, κτησαμένη εὐσεβείας, Μαρία, φωστήρ γεγένησαι καί ἐποπτεύειν κατηξιώθης τόν θρόνον τοῦ Κτίσαντος, πρός Ὄν καί πάντας τούς πιστῶς σέ, ὁσία, γεραίροντας ἔλκυσον.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἱκέτευε τόν Χριστόν γενέσθαι μέ κοινωνόν τῆς οὐρανῶν Βασιλείας, ἡ τῶν ἀχράντων Αὐτοῦ Μυστηρίων ἐκ τῶν χειρῶν κοινωνήσασα, εὔφημε, τοῦ θεοφόρου Ζωσιμᾶ πρίν ἄν ζῆν ἐκμετρήσης, πανεύφημε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τά ὕδατα Ἰορδάνου, πάνσοφε, διεπέρασας ἁβρόχως καί ἦλθες τῷ ἱερῶ Ζωσιμά ὑπαντῆσαι καί ἱστορῆσαι αὐτῶ τήν σήν βίωσιν, Μαρία, πάντων τῶν δεινῶς τρυχομένων χαρά καί ἀντίληψις.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ρανίδας μου τῶν δακρύων, δέομαι, παναμώμητε, ἀποσμηξον, Κόρη, τῷ μανδηλίω θερμῶν πρεσβειῶν σου πρός τῆς χαρᾶς ἀενάου τόν Κύριον ὁμίχλην λύπης ἄπ ἐμοῦ ζοφερᾶς ἀπελαύνουσα τάχιστα.
Διασωσον ἐξ ἐπηρείας τοῦ δαίμονος σούς ἰκέτας, μετανοίας πυρσέ λαμπρέ, Μαρία πανεύφημε, τούς σπεύδοντας πόθω ταῖς σαῖς πρεσβείαις.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἔπ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον.
Ἦχος δ’. Τοῖς τῶν αἱμάτων σου

Ἡ δαπανήσασα βίον τό πρότερον ταῖς ἁμαρτίαις, Χριστοῦ νύμφη πάγκαλος λαμπροῖς κατορθώμασιν ὕστερον, Μαρία, ὤφθης• διο χάριν εἴληφας πρεσβεύειν ὑπέρ τῶν τιμώντων σέ.

Προκείμενον

Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καυχήσονται ὅσιοι ἐν δόξη καί ἀγαλλιάσονται ἐπί τῶν κοιτών αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον Κέφ. κέ΄ 1-13.

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην, ὠμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἴτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δέ ἤσαν ἐξ αὐτῶν φρόνιμοι, καί αἵ πέντε μωραί, αἴτινες μωραί, λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἵ δέ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετά τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δέ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καί ἐκάθευδον. Μέσης δέ νυκτός κραυγή γέγονεν. Ἰδού ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἵ παρθένοι ἐκεῖναι, καί ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. Αἵ δέ μωραί ταῖς φρονίμοις εἶπον, Δότε ἠμίν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἵ λαμπάδες ἠμῶν σβέννυνται.

Ἀπεκρίθησαν δέ αἵ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσει ἠμίν καί ὑμίν, πορεύεσθε δέ μᾶλλον πρός τούς πωλοῦντας, καί ἀγοράσατε ἐαυταῖς. Ἀπερχομένων δέ αὐτῶν ἀγορᾶσαι, ἦλθεν ὁ νυμφίος, καί αἵ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. Ὕστερον δέ ἔρχονται καί αἵ λοιπαί παρθένοι, λέγουσαι, Κύριε, Κύριε, ἀνοιξον ἠμίν. Ὁ δέ ἀποκριθεῖς εἶπεν, Ἀμήν λέγω ὑμίν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὔν, ὅτι οὐκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὥραν, ἐν ἡ ὁ Υἱός τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα Πατρί καί Υἵω καί Ἅγιω Πνεύματι.
Ταῖς τῆς σῆς Ὁσίας, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.
Πόνοις χαλινώσασα ἀσκητικοῖς τῆς σαρκός σου φοβερά σκιρτήματα τῆς ψυχῆς σου φρόνημα τό ἀδάμαστον ἀπασιν ἔδειξας τοῖς πιστοῖς, Μαρία, Ἰορδάνου ἐνδιαίτημα, ὁσίων καύχημα καί ἀσκητριῶν ἐγκαλλώπισμα• διο καί ταῖς πρεσβείαις σου πάθη καταστέλλειν χαμαίζηλα σέ τῶν ἀνυμνούντων καί πόθω γεραιρόντων τήν σεπτήν καί πανσεβάσμιον μνήμην σου, οὐρανόθεν εἴληφας.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τῆς Ὁσίας Μαρίας τῆς Αἰγυπτίας, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ’. Παῖδες Ἑβραίων

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἴσχυσας ἀνδρικῶς παλαῖσαι παριδοῦσα τῆς σῆς φύσεως τό χαῦνον κατά τοῦ πονηροῦ, Μαρία, καί βραβεῖα λαβεῖν τῆς ἄνω κλήσεως, φῶς λαμπρόν ἐσκοτισμένων.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Βίου σου τάς ἀτασθαλίας, θεοφρούρητε, ἀπέλασον, Μαρία, ἡ ἀχλύν τῶν παθῶν διώξασα δυνάμει τῆς χάριτος καί Ἄγγελος ἐπί γής λαμπρός ὀφθεῖσα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὄντως ψυχῆς σου τό ἑδραῖον ἀπεθαύμασεν ὁ Ζωσιμᾶς, Μαρία, ὁ γνωστόν εἰς ἠμᾶς ποιήσας τόν σόν βίον τόν θαυμαστόν, ἀρχέτυπον ψυχοτρόφου μετανοίας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὕμνους προσάγω σοί ἀπαύστως, τή μητρί τοῦ Λυτρωτοῦ μου καί Θεοῦ μου ἱκετεύων πιστώς• εἰρήνην δώρησαι μοί κάτ ἄμφω καί ὁμόνοιαν, Μητροπάρθενε Μαρία.

Ὠδή ἡ’. Τόν Βασιλέα

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Σταυρόν τόν θεῖον, ὄν ἐν Σιῶν ἠμποδίσθης θαυμαστῶς προσκυνῆσαι προστάτην ἔσχες εἴτα, μῆτερ Μαρία, ἐν ἐρήμω.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Μαρία, κούφως τῷ ποταμῶ Ἰορδάνη χάριν εὖρες πολλήν ἐπιβαίνειν καί ἀεί πρεσβεύειν ὑπέρ τῶν σέ ὑμνούντων

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγιωσύνης ἀδιατάρακτε στύλε, καθαγίασον πάντας, Μαρία, σέ ὑμνολογοῦντας ὡς βάθρον μετανοίας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ρερυπωμένον τή κοινωνία τοῦ σκότους ἀποκάθαρον, Θεογεννῆτορ, καί πρός τοῦ Υἱοῦ σου ὁδήγησον μέ φέγγος.

Ὠδή θ’. Κυρίως Θεοτόκον

Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἰλύος ἁμαρτίας κάθαρον δυσώδους, κεκαθαρμένη Μαρία, σούς πρόσφυγας ταῖς πρός Θεόν σου πρεσβείαις, Αἰγύπτου σέμνωμα.
Ὁσία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἀκοίμητον λαμπάδα θείας μετανοίας κατέγνωμεν σέ, Μαρία• διόπερ σέ ἀνευφημοῦντες πρεσβείας τάς σᾶς αἰτούμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Χριστοῦ μυροδοχεῖον εὔχρηστον, Μαρία, τήν δυσωδίαν παθῶν μου ἑξάλειψον καί πρός λειμώνας ἀρρήτου ὀσμῆς μέ ἴθυνον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Μανίας, Θεοτόκε, τοῦ ἐχθροῦ συντήρει ἠμᾶς ἀτρώτους ἐξ ὕψους παρέχουσα, δεδοξασμένη, ἀπαύστως τήν εὐλογίαν σου.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Παρόντα Μεγαλυνάρια

Χαίροις, μετανοίας ὑπογραμμός, χαίροις, ἀπαθείας καί νηστείας τερπνός λειμών, χαίροις, Ἰορδάνου ἐρήμου ὄρνις θεία, Μαρία, Αἰγυπτίων κύδος περίλαμπρον.
Τήν μεμεστωμένην ταῖς ἠδοναῖς τῆς πορνείας πρῶτον μελωδήσωμεν ἐκτενῶς, τήν φανείσαν εἴτα πυξίον μετανοίας, Μαρίαν, καί Κυρίου νύμφην πανένδοξον.
Τήν παθῶν κηλίσι καί ἡδονῶν βεβορβορωμένην, τήν καθάρασαν ἑαυτήν ὕδατι νηστείας καί θείας μετανοίας, Μαρίαν τήν ὁσίαν ἐγκωμιάσωμεν.
Τῆς Αἰγύπτου εὖχος περιφανές, χεύμασι δακρύων καί ἱδρώτων σου ταῖς ροαῖς χθόνα τῆς ἐρήμου κατήρδευσας, Μαρία, καί μετανοίας ἄνθη εὔοσμα ἤνθησας.
Εἶδε καί ἐθαύμασε Ζωσιμᾶς ὁ θεοφρων, μῆτερ, σήν ἰσάγγελον βιοτήν καί τήν σοί οἰκοῦσαν, Μαρία, θείαν χάριν, δί ἤς κατηξιώθης βλέπειν τά μέλλοντα.
Παῦσον ἰκεσίαις σου πρός Θεόν τάς ἐπαναστάσεις τοῦ σαρκίου τάς ζοφερᾶς καί τόν νοῦν, Μαρία, εἰρήνευσον τῶν πίστει ὑμνούντων ὡς ὁσίων σέ ὑποτύπωσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Καί τό Ἀπολυτίκιον
Ἦχος ἅ’. Τῆς ἐρήμου πολίτης

Τόν ποδήρη χιτώνα τῆς ψυχῆς σου τόν γέμοντα ρύπου βδελυροῦ τοῖς δακρύων ὀχετοίς σου ἀπέπλυνας, Μαρία, ἐνδιαίτημα σεπτόν ἐρήμου, καί αὐτόν ἐπιμελῶς μετανοίας μαργαρίταις καί προσευχῆς σαπφείροις κατεκόσμησας• Δόξα τῷ σέ κρατύναντι Χριστῷ, δόξα τῷ σέ σωφρονήσαντι, δόξα τῷ δωρουμένω διά σου ἠμίν τά κρείττονα.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον

Τόν ρυπώδη ψυχῆς σου ἀποκαθάρασα χιτώνα ρείθροις δακρύων τῆς μετανοίας στολήν ἐνεδύθης θεία χάριτι περίλαμπρον καί Βασιλείας οὐρανῶν ἠξιώθης, θαυμαστή Μαρία, Αἰγύπτου θρέμμα, ἤς καί ἠμᾶς ἀπολαῦσαι τους σέ τιμώντας καταξίωσον.

Ἐκτενής καί Ἀπόλυσις, μέθ ἤν ψάλλομεν τό ἑξῆς
Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου

Δέχου τάς αἰτήσεις εὐμενῶς τῶν σοί προστρεχόντων, Μαρία, καί δίδου πάσιν ἀεί τοῖς πιστῶς προφέρουσι σόν θεῖον ὄνομα εὐλογίαν ὡς ἔχουσα πολλήν παρρησίαν πρός Χριστόν τόν Κύριον, Ὅνπερ λυπήσασα πρῶτον ἁμαρτίαις ποικίλαις εἴτα κατεφαίδρυνας πόνοις τοῖς ἀσκητικοίς σου καί τοῖς δάκρυσι.

Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δίστιχον: Μετανοίας βάθρον ἀναδεῖξον, Μαρία, Χαραλάμπη πρεσβείας σᾶς ἐκζητούντα.

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Newsletter

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X