Προσευχή | proseuxi.gr

Παρακλητικός Κανών Αγίας Αικατερίνης της Μεγαλομάρτυρος

παρακλητικός κανών αγίας αικατερίνης

Παρακλητικός Κανών Αγίας Αικατερίνης της Μεγαλομάρτυρος της Πανσόφου Νύμφης του Χριστού

Ο Παρακλητικός Κανών Αγίας Αικατερίνης. Η Αγία Αικατερίνη η Μεγαλομάρτυς εορτάζει στις 25 Νοεμβρίου. Αγία του Θεού Πρέσβευε υπέρ ημών…

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτιοὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.

Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τή πολυσόφω καί κλυτή Ἀθληφόρω, Αἰκατερίνη τή τοῦ Κτίσαντος νύμφη, προσέλθωμεν οἱ πάσχοντες βοῶντες ἐκ ψυχῆς. Μάρτυς ἀξιάγαστε, ἐξελού τούς σούς δούλους, τῆς παρούσης θλίψεως, καί μελλούσης ἀνάγκης. Σύ γάρ μεγίστην ἔχεις πρός Χριστόν, καί παρρησίαν, σεμνή καί οἰκείωσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἀκήρατε νύμφη τοῦ Ἰησοῦ, προσχες οὐρανόθεν, καί ἐνώτισαι τάς φωνᾶς, τῶν πίστει θερμή σοί προσιόντων, Αἰκατερίνα καί δός τά αἰτήματα.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἰλέω σου ὄμματι εὐμενῶς, ἴδε καλλιμάρτυς, τῆς ψυχῆς μου τήν συντριβήν, καί ὄρεξον χείρα βοηθείας, Αἰκατερίνα τῷ σοί ἀτενίζοντι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κενώσας ὀργίλως ὁ δυσμενής , τή ψυχή μου Κόρη, τήν πικρίαν τῶν ἡδονῶν, νεκρόν μέ κατέστησεν ἀθλίως, ἀλλ΄ ἐνιστάσα σύ Μάρτυς μέ ζώωσον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ἁγνείας ταμεῖον θεοειδές, καί δικαιοσύνης, πρυτανεῖον φωτολαμπές, Ἁγνή θεοχώρητε Παρθένε, ἁγίασόν μου καί σῶμα καί ἔννοιαν.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Τεῖχος ὀχυρώτατον, Αἰκατερίνα πανθαύμαστε, γενού ἠμίν, τοῖς προσδεχομένοις, τήν θερμήν σου ἀντίληψιν.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἕξαρον τήν θλίψιν μου, καί τήν πικρίαν τῶν πόνων μου, εἰς ἀληθῆ, χαρμονήν μετάθες, καί γλυκείαν ἀνάψυξιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ρῶσιν πολυπόθητον, τοῖς ἀσθενέσι χορήγησον, νύμφη Χριστοῦ, καί τοῖς τεθλιμμένοις, τήν τερπνήν ἀγαλλίασιν.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ἴασιν καί λύτρωσιν, εὐλογημένη Πανάμωμε, δίδου ἠμίν, τοῖς ὑμνολογούσι, τῆς σῆς δόξης τό μέγεθος.
Διασωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερίνα, ἐκ ποικίλων ἀρρωστημάτων καί θλίψεων, τούς ἑξαιτούντας τήν θείαν σου προστασίαν.
Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Εἴτα μνημονεύει ὁ Ἱερεύς, δί΄ οὖς ἡ παράκλησις γίνεται, καί ψάλλομεν τό,
Κύριε ἐλέησον, ἰέ΄.

Ὁ Ἱερεύς. Ὅτι ἐλεήμων. Καί εὐθύς λέγομεν.

Κάθισμα. Ἦχος β΄. Τά ἄνω ζητῶν

Παρθένε σοφή, καί Ἀθληφόρε ἔνδοξε, καί νύμφη Χριστοῦ, Αἰκατερίνα πανσεμνέ, κακῶν τήν ἀπολύτρωσιν, καί παντοίων πταισμάτων τήν ἄφεσιν, καί τόν σόν νυμφίον δυσώπει παρασχεῖν, τοῖς πόθω γεραίρουσι τούς ἄθλους σου.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Νοσημάτων ἁπάλλαξον, καί ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τούς προστρέχοντας τή σκέπη σου, ὤ Κατερίνα πολυδόξαστε.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἡ πρεσβεία σου γένοιτο, δρόσος θυμηδίας καί παρακλήσεως, τοῖς παλαιουσιν ἐν θλίψεσι, καί ἐταζομένοις δεινοῖς μάστιξοι.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Σεσωσμένους προσάγαγε, τῷ τερπνῶ νυμφίω σου Καλλιπάρθενε, τούς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Στεναγμοῖς τέ καί δάκρυσιν, ἐπικαμπτομένη τοῖς τῶν προσφύγων σου, τάς ὀδύνας τούτων κούφισον, ὤ Αἰκατερίνα τή σῆ χάριτι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ὡραιώθης κυήσασα, τόν ὡραῖον κάλλει Χριστόν, Πανάμωμε, οὐ καμού τοῖς ὡραιότησι, θέλξον πανολβίως τήν διάνοιαν.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Θραῦσον τήν ἰσχύν τοῦ δολίου πολεμήτορος, τοῦ ἐπιτιθεμένου καθ΄ ἠμῶν, μανικῶς Αἰκατερίνα καλλιπάρθενε.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἔκχεον ἠμίν, πρεσβειῶν σου τήν χρηστότητα, καί ὑγίασον ἠμᾶς ὁλοτελῶς, τούς κατ΄ ἄμφω ἀσθενοῦντας σεμνοπάρθενε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἴδοιμι σεμνή, ἐν καιρῶ τῶν περιστάσεων, τήν θερμήν σου καί ταχείαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τήν τραχύτητα.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ἡ τόν ἀγαθόν, σωματώσασα δί΄ ἔλεος, τήν ἀθλίαν μου οἰκτείρησον ψυχήν, καί ἀγάθυνον αὐτήν θεοχαρίτωτε.

Ὠδή στ΄. Ἰλάσθητι μοί Σωτήρ

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Μαρτύρων περιφανές, ὡς ἀληθῶς σεμνολόγημα, Αἰκατερίνα σοφή, ἠμᾶς καθοδήγησον, πρός τρῖβον σωτήριον, θείων μαρτυρίων, τοῦ λαμπρῶς σέ μεγαλύναντος.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἐκ πλήθους ἁμαρτιῶν, εἰς πλῆθος θλίψεων ἔφθασα καί καταιγίδες κακῶν, νῦν περιδονούσι μέ, ἀλλά σύ προφθάσασα, ὤ Μεγαλομάρτυς, τῆς ὁρμῆς μέ λύτρωσαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νεκρώσασα ἀληθῶς, ταῖς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τάς ἐκτροπᾶς, τήν ψυχήν μου ζώωσον, καί ταύτην καρδίωσον, πρός ζωῆς ἀρίστης, ἀναβάσεις μεγαλώνυμε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ποικίλοις περισπασμοῖς, καί πειρασμοῖς περιπέπτωκα, τοῦ ψεύδους τάς ἀπαρχᾶς, ὁ τάλας δρεπόμενος, ἀλλ΄ ὤ Ἀειπάρθενε, σύ ἐπάκουσόν μου, καί εἰρήνευσον τόν βίον μου.
Διασωσον Παρθενομάρτυς τοῦ ψόγου Αἰκατερίνα, ἐκ ποικίλων ἀρρωστημάτων καί θλίψεων, τούς ἐκζητούντας τήν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει ὡς δεδήλωται. Καί μετά τήν ἐκφώνησιν ψάλλεται.
Κοντάκιον. Ἦχος β΄. Εὐσπλαχνίας ὑπάρχουσα

Εὐσπλαχνία χρωμένη ὤ σεμνή, εὐμενῶς τάς ἱκεσίας ἠμῶν ἐνωτίζου, ὄρεξον ἠμίν τήν σήν ἀντίληψιν, βλύσον τῶν χαρίτων σου τά ρεύματα, τοῖς σοί καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αἰκατερίνα Μαρτύρων ἀγαλλίαμα.

Προκείμενον

Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοί, καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος: Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον. (Ε΄. 4-34)

Τῷ καιρῶ ἐκείνω ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τίς, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί δαπανήσασα τά παρ΄ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ, ἔλεγε γάρ. Ὅτι, καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω ἔλεγε: Τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ. Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ, καί λέγεις, τίς μου ἤψατο; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν.

Ἡ δέ γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὅ γέγονεν ἐπ΄ αὐτή, ἦλθε, καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν. Ὁ δέ εἶπεν αὐτή. Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι…

Μάρτυς καλλιπάρθενε, Αἰκατερίνα Θεοφρον, ἄνθος καθαρότητος καί σοφίας ὄργανον, παναρμόνιον, τῶν δεινῶν ρύσαι μέ, καί σκολιωτάτην, σοφισμάτων τοῦ ἀλάστορος, καί ἐν σεμνότητι, καί δικαιοσύνη πορεύεσθαι, ἀξίωσον μέ δέομαι, ἐν τῷ βίω τούτω τῷ ρέοντι, ὡς ἄν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γένωμαι ἔνδοξε, τή θερμή δεήσει σου.

Ὁ Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ΄ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ΄Ἄννης. Τῆς Ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης τήνς πανσόφου, καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή Ζ΄. Παῖδες Ἑβραίων

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ρείθροις πηγῶν ἐκ σωτηρίου, καταπρά΄υ΄νον παθῶν μου τάς καμίνους, καί πρός ὕδωρ τερπνόν, ζωῆς καί ἀπαθείας, Αἰκατερίνα πάνσοφε, ἴθυνον μέ ταῖς εὐχαίς σου.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἔχουσα Μάρτυς παρρησίαν, τῷ νυμφίω σου Χριστῷ τῷ Ζωοδότη, μή ἐλλίπης ἀεί, θερμῶς καθικετεύειν, Αἰκατερίνα πάνσοφε, ὑπέρ τῶν σοῖ προσιόντων.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Συναψον Μάρτυς τή ἀγάπη, καί ἁπλότητι καί τή φιλαδελφία, τούς τήν σήν εὐλαβῶς, αἰτοῦντας μεσιτείαν, καί τῶν σκανδάλων κόπασον, ἅπασαν ὀχλαγωγίαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Βλέμματι Μάρτυς φιλευσπλάχνω, κατοικτείρησον ἠμᾶς χειμαζομένους, καί εἰρήνην στερρᾶν, καί ψυχικήν γαλήνην, Αἰκατερίνα βράβευσον, τοῖς πιστῶς σέ εὐφημούσι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ἔλαιον θείων οἰκτιρμῶν σου, καί χρηστότητος τόν γλυκερόν χειμάρρουν, τοῖς ἐν πόνοις πολλοῖς, δεινῶς ὀδυνωμένοις, ἐπόμβρησον Πανάμωμε, ὡς κρουνός τῆς εὐσπλαχνίας.

Ὠδή Η΄. Τόν Βασιλέα

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἰσχύν καί ρώμην, κατά παθῶν ὀλεθρίων, τή πρεσβεία σου Αἰκατερίνα δίδου, τοῖς ὑπερυψούσι, τόν σέ ἐνισχυκότα.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἄνωθεν σκέπεις, τούς ἀτενίζοντας Μάρτυς, πρός τήν ἔνθερμον καί κραταιάν σου σκέπην, τούτους λυτρουμένη, πολυειδῶν κινδύνων.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἴλεων Μάρτυς, καί εὐμενῆ τοῖς σοῖς δούλοις, τόν νυμφίον σου θές ὤ Ἀθληφόρε, ὡς πολλά πρός τοῦτον, ἰσχύουσα θεοφρον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Σωτηριώδη καταφυγήν εὖ εἰδῶς σέ, τήν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τή σή δυναστεία, ἀνέθηκα εἰς τέλος.

Ὠδή Θ΄. Κυρίως Θεοτόκον

Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Ἀγγέλων συμπολίτις, Αἰκατερίνα οὖσα, μή διαλίπης ἠμᾶς ἐποπτεύουσα, τούς ἀκλινεῖ διανοία σοί προσανέχοντας.
Ἁγία του Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν
Μαστίγων ψυχοφθόρων, καί πάσης ἐπηρείας, ἀμεταπτώτους ἠμᾶς διαφύλαττε, Αἰκατερίνα Θεοφρον ἀξιοθαύμαστε.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἡλίου τοῦ ἀδύτου, τήν αἴγλην δεχομένη, Αἰκατερίνα Παρθένων ὠράΪσμα, τήν τῆς ψυχῆς μου σκοτόμαιναν ἀποδίωξον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον

Ναόν μέ φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δί΄ ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τόν ἀληθῆ Θεοτόκον ὁμολογοῦντα σέ.

Καί εὐθύς ψάλλομεν τό

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Ὁ Ἱερεύς θυμιά τό Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καί τόν Λαόν, ἤ τόν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καί ἠμεῖς ψάλλομεν τά παρόντα μεγαλυνάρια.

Χαῖρε τῆς σοφίας μύστις λαμπρά, καί τῆς εὐσεβείας δημηγόρος περιφανής. Χαίροις παρθενίας, ἡ εὔπνους μυροθήκη, Αἰκατερίνα Μάρτυς, ἀξιοθαύμαστε.
Σώματος ἐμπρέπουσα καλλονή, καλή καί ὡραία, ἀναδείχθης καί τήν ψυχήν, τῷ ὡραίω κάλλει, ὑπέρ υἱούς ἀνθρώπων, καί τούτω ἐνυμφεύθης ἀφθόρως ἔνδοξε.
Χαίροις καλλιπάρθενε εὐκλεής,χαίροις τῶν Παρθένων, καί Μαρτύρων ἡ κορωνίς. Χαίροις τοῦ Σωτῆρος, ἡ πανολβία νύμφη, σεμνή Αἰκατερίνα ἠμῶν βοήθεια.
Τῆς Ἀλεξανδρείας ὤφθης βλαστός, καί Σιναίου ὅρους, ἀντιλήπτωρ καί ἀρωγή, καί πάσης Ἐκκλησίας, λαμπάς τηλαυγεστάτη, Αἰκατερίνα ἄνθος ἁγνείας εὔοσμον.
Πρόσωπον πρός πρόσωπον τόν Χριστόν, ἀγλαῶς ὀρώσα, τόν νυμφίον σου τόν σεπτόν, αὐτόν ἐκδυσώπει, σοφή Αἰκατερίνα, ἠμίν παρασχεθῆναι, πταισμάτων ἄφεσιν.
Σκέπη καί ἀντίληψις καί φρουρός, ἔσο Ἀθληφόρε, τοῖς τιμῶσι σέ εὐλαβῶς, νόσων καί κινδύνων, καί πάσης ἄλλης βλάβης, ἠμᾶς ἐκρυομένη, ταῖς ἰκεσίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τό τροπάριον. Ἦχος πλ. ἄ΄.
Τόν Συνάναρχον Λόγον

Τήν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τήν θείαν καί πολιοῦχον Σινά, τήν βοήθειαν ἠμῶν καί ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τούς κομψούς τῶν ἀσεβῶν του Πνεύματος τή δυνάμει. Καί νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πάσι τό μέγα ἔλεος.

Εἴτα Προσόμοιον. Ἦχος Β΄, Ὄτε ἐκ τοῦ ξύλου

Μάρτυς καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεής του Σωτῆρος, Αἰκατερίνα σοφή, σῶζε τούς ἰκέτας σου, ἐκ πάσης θλίψεως, καί δεινῶν περιστάσεων, καί νόσων καί πόνων, καί πάσης φαυλότητος τοῦ κοσμοκράτορος. Σού γάρ ἡ πρεσβεία μεγίστην, κέκτηται ἰσχύν Ἀθληφόρε. Μή οὔν ὑπερίδης τούς τιμώντας σέ.

Ἦχος πλ. δ΄.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί΄ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

Newsletter

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις

Ακολουθήστε μας

Ακολουθήστε μας για να είστε απόλυτα συντονισμένοι με τις ενημερώσεις της ημέρας και εμείς αναλαμβάνουμε τα υπόλοιπα.

X