Προσευχή για αρρώστους
Προσευχή για αρρώστους
(για ψυχική στήριξη και υπομονή)
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα σοί ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ οὐράνιε, παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν, καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος, καί σῶσον, Ἀγαθέ, τάς ψυχᾶς ἠμῶν.
Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς, Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἔλθετω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
(Ψαλμός 12)
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.
2 ΕΩΣ πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ; 3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; 4 ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον, 5 μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. 6 ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα, ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ῾Υψίστου.
Νέον ἅγιον τοῦ Παρακλήτου, σέ ἀνέδειξεν, Λουκᾶ ἡ Χάρις, ἐν καιροῖς διωγμῶν τε καί θλίψεων Νόσους μέν ὡς ἰατρός ἐθεράπευσας, καί τάς ψυχάς ὡς ποιμήν καθοδήγησας πάτερ τίμιε, ἐγγάμων τύπος καί μοναστῶν, πρέσβευε σωθῆναι τάς ψυχάς ἡμῶν.
Ιατρόν και ποιμένα, Λουκά τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Αρχιερέα λαμπρόν, τον βαστάσαντα Χριστού τα θεία στίγματα, τας εξορίας, τα δεινά, εγκλεισμούς εν φυλακαίς, τας θλίψεις και τα ονείδη, τον επ εσχάτων φανέντα, εν Ρωσία νέον Αγιον.
Δί’ εὐχῶν τῶν ἅγιων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.
Προσευχητάριο ειδικών περιστάσεων για ποικίλες περιστάσεις και δυσκολίες της καθημερινής ζωής, ιδιαίτερα του σύγχρονου ανθρώπου.
Σχετικά άρθρα με «Προσευχή: Σ’ ευχαριστώ Θεέ μου»:
Προσευχή: Σ’ ευχαριστώ Θεέ μου
Έχω άγχος…
Βρίζεις τον Χριστό και την Παναγία;
Η μετάνοια βοηθάει να εξαφανιστεί το κακό
Προσθέστε Σχόλιο