Προσευχή | proseuxi.gr
Αρχική » Προσευχη » Διαφορες Προσευχες » Προσευχή για παρηγοριά

Προσευχή για παρηγοριά

Προσευχή για παρηγοριά Ψυχοσάββατο

Προσευχή για παρηγοριά

Προσευχή για παρηγοριά

(για τις δοκιμασίες και τον αγώνα της ζωής)

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα σοί ὁ Θεός ἠμῶν, δόξα σοί.

Βασιλεῦ οὐράνιε, παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν, καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος, καί σῶσον, Ἀγαθέ, τάς ψυχᾶς ἠμῶν.

Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἠμᾶς, Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Δόξα Πατρί, καί Υἱῶ καί ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἔλθετω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

(Ψαλμός 138)
Προσευχή για παρηγοριά – Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυΐδ.

ΚΥΡΙΕ, ἐδοκίμασάς με, καὶ ἔγνως με· 2 σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· 3 τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες, 4 ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. 5 ἰδού, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου. 6 ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.

7 ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; 8 ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· 9 ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾿ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, 10 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. 11 καὶ εἶπα· ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου· 12 ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.

13 ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου, Κύριε, ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. 14 ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. 15 οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς· 16 τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.

17 ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· 18 ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ. 19 ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, ὁ Θεός, ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ᾿ ἐμοῦ, 20 ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21 οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; 22 τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. 23 δοκίμασόν με, ὁ Θεός, καὶ γνῶθι τὴν καρδίαν μου, ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου. 24 καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δί’ εὐχῶν τῶν ἅγιων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ἐλέησον ἠμᾶς. Ἀμήν.

Προσευχητάριο ειδικών περιστάσεων για ποικίλες περιστάσεις και δυσκολίες της καθημερινής ζωής, ιδιαίτερα του σύγχρονου ανθρώπου.

Βρειτε το βιβλιο εδω

Ακολουθήστε μας:
youtube

Προσφορές - Proseuxi.Shop

Προσθέστε Σχόλιο