Προσευχή | proseuxi.gr
Πράξεις Αποστόλων Κεφάλαιο 1 Αγία Γραφή Καινή Διαθήκη Ψαλμοί Ψαλμός 20 Ψαλμοί Ψαλμός 30 Ψαλμοί Ψαλμός 49 Ψαλμοί Ψαλμός 56 Ψαλμός 80 Βασιλειών Α' Κεφάλαιο 4 Ψαλμός 126 Νεεμίας Κεφάλαιο 3

Επιστολές Παύλου Προς Κορινθίους Α΄ Κεφάλαιο 5

Επιστολές Παύλου Προς Κορινθίους Α΄ Κεφάλαιο 5

Περίπτωσις βαρείας ἀνηθικότητος
Επιστολές Παύλου Προς Κορινθίους Α΄ Κεφάλαιο 5

Ε´\ΟΛΩΣ ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας! 3 ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, 4 ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ 5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ᾿Ιησοῦ.

6 Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ; 7 ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός· 8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9 ῎Εγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, 10 καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν· 11 νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. 12 τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; 13 τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει. καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Εγγραφείτε στο Newsletter μας!   

Σχετικά άρθρα με «Επιστολές Παύλου Προς Κορινθίους Α΄ Κεφάλαιο 5»:
Αποκάλυψις Ιωάννου Κεφάλαιο 3
Αποκάλυψις Ιωάννου Κεφάλαιο 4
Επιστολές Παύλου Προς Ρωμαίους Κεφάλαιο 5
Επιστολές Παύλου Προς Ρωμαίους Κεφάλαιο 6
Κατά Ιωάννην Κεφάλαιο 5
Κατά Ιωάννην Κεφάλαιο 6

Προσθέστε Σχόλιο

Εγγραφείτε στο Newsletter!

Εγγραφείτε στο Newsletter για να λαμβάνετε νέα & ενημερώσεις